Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος
- οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο
- μήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις.
- τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,
- καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,
- ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν,
- δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς
- δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ
- δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον,
- εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,
- ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην
- νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων
- οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι·
- ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη.
- Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται
- καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Λ̓πόλλωνος
- βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν
- Λ̓λκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν
- Λ̓ρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι
- Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.