Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶται
- ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν
- Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων
- ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρϝιν·
- ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου
- κίρνασθαι· θυέων δʼ ἀποϝηλόθι κήκιε λιγνύς.
- αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,
- μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν
- ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται·
- θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων
- εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο
- υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς
- ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ.
- νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο,
- ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτε
- οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,
- Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας
- Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.
- αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν
- ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,