Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ
- Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι.
- ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων
- τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ
- πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
- τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι
- δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.
- Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν
- λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν
- ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν
- ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·
- κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ
- Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.
- αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν
- ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ
- σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ
- ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.
- τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες
- Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.
- ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων