Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;
- ἔρρετε, μηδʼ ὔμμιν πολεμήια ἔργα μέλοιτο,
- παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.’
- ὧς ηὔδα μεμαώς· πολέες δʼ ὁμάδησαν ἑταῖροι
- ἦκα μάλʼ, οὐδʼ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.
- χωόμενος δʼ ὅγʼ ἔπειτα καθέζετο· τοῖσι δʼ Ἰήσων
- αὐτίκʼ ἐποτρύνων τὸν ἑὸν νόον ὧδʼ ἀγόρευεν·
- ‘Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,
- στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο
- ἀμφαδὸν ἤδη πείσματʼ ἀνάψομεν. ἦ γὰρ ἔοικεν
- μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.’
- ὧς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
- καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δʼ ἐπὶ νηὸς
- εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο
- τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.
- αὐτίκα δʼ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων
- νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,
- ἀτλήτους Μινύῃσι δόλους καὶ κήδεα τεύχων.
- στεῦτο δʼ, ἐπεί κεν πρῶτα βόες διαδηλήσωνται
- ἄνδρα τόν, ὅς ῥʼ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,