Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- δρυμὸν ἀναρρήξας λασίης καθύπερθε· κολώνης
- αὔτανδρον φλέξειν δόρυ νήιον, ὄφρʼ ἀλεγεινὴν
- ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
- οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα
- δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων
- ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο,
- εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν
- Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν·
- μὴ καὶ ληιστῆρας ἑὴν ἐς γαῖαν ἰόντας
- ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἷσι μέμηλεν
- ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,
- κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων
- αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.
- νόσφι δὲ οἷ αὐτῷ φάτʼ ἐοικότα μείλια τίσειν
- υἱῆας Φρίξοιο, κακορρέκτῃσιν ὀπηδοὺς
- ἀνδράσι νοστήσαντας ὁμιλαδόν, ὄφρα ἑ τιμῆς
- καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὥς ποτε βάξιν
- λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ἠελίοιο,
- χρειώ μιν πυκινόν τε δόλον βουλάς τε γενέθλης
- σφωιτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι·