Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς
  2. ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις·
  3. κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος
  4. τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·
  5. ‘ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται·
  6. οὐδέ τῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,
  7. παρθενικὴν δʼ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας
  8. μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,
  9. εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον
  10. πέφραδεν ἔσσεσθαι. κείνης δʼ ὅγε μείλιχος ὄρνις
  11. πότμον ὑπεξήλυξε· κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ
  12. τόνδε κατʼ οἰωνὸν προτιόσσεται, ὧς δὲ πέλοιτο.
  13. ἀλλά, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,
  14. ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.’
  15. Ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς
  16. μνησάμενοι· μοῦνος δʼ Ἀφαρήιος ἄνθορεν Ἴδας,
  17. δείνʼ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·
  18. ‘ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδʼ ἔβημεν,
  19. οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,
  20. οὐκέτʼ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας