Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
- οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς
- ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν.
- νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν
- φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε
- ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι.
- ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς
- ἐν ποταμῷ καθʼ ἕλος λελοχημένοι ἠγορόωντο.
- αὐτὸς δʼ Αἰσονίδης μετεφώνεεν· οἱ δʼ ὑπάκουον
- ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες·
- ‘ὦ φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
- ἐξερέω· τοῦ δʼ ὔμμι τέλος κρηῆναι ἔοικεν.
- ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν
- πᾶσιν ὁμῶς· ὁ δὲ σῖγα νόον βουλήν τʼ ἀπερύκων
- ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.
- ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθʼ ἕκηλοι·
- αὐτὰρ ἐγὼν ἐς δώματʼ ἐλεύσομαι Αἰήταο,
- υἷας ἑλὼν Φρίξοιο δύω δʼ ἐπὶ τοῖσιν ἑταίρους.
- πειρήσω δʼ ἐπέεσσι παροίτερον ἀντιβολήσας,
- εἴ κʼ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,