Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.
  2. ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες
  3. φρασσόμεθʼ, εἴτʼ ἄρηι συνοισόμεθʼ εἴτε τις ἄλλη
  4. μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς.
  5. μηδʼ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,
  6. τόνδʼ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν
  7. λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.
  8. πολλάκι τοι ῥέα μῦθος, ὅ κεν μόλις ἐξανύσειεν
  9. ἠνορέη, τόδʼ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει
  10. πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο
  11. μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς.
  12. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν,
  13. ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.’
  14. ὧς φάτʼ· ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο
  15. πασσυδίῃ, οὐδʼ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.
  16. καὶ τότʼ ἄρʼ υἱῆας Φρίξου Τελαμῶνά θʼ ἕπεσθαι
  17. ὦρσε καὶ Αὐγείην· αὐτὸς δʼ ἕλεν Ἑρμείαο
  18. σκῆπτρον· ἄφαρ δʼ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ
  19. χέρσονδʼ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο.
  20. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ