Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν.
- τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο
- θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω
- ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.’
- ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.
- μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος
- νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς.
- λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν
- ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,
- κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα·
- ‘ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς,
- ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω,
- εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.’
- φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ
- μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ.
- αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ
- πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον.
- βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.
- αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο
- αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος