Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς
  2. χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο
  3. σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως
  4. ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι.
  5. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας
  6. βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν
  7. Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός,
  8. καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν·
  9. ‘τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως
  10. ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα;
  11. εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω·
  12. καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα
  13. κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια
  14. ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι,
  15. σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο
  16. χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον.
  17. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ
  18. διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται·
  19. κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις
  20. κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,