Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃ
- νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
- ἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθος
- βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο.
- καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
- εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
- ζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ,
- ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον
- σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.
- εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
- τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
- γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
- θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείως
- Τυνδαρίδαι—δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν—
- ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
- αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείρας
- χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
- ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα
- χαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ
- ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων