Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πήληκα βριαρὴν δόρυ τʼ ἄσχετον, ᾧ π̔ʼ ὑπὸ μέσσας
  2. ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ
  3. οὐτάζων λαγόνας· μάλα δʼ ἔμπεδον εὖ ἀραρυῖαν
  4. τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.
  5. οἱ δʼ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον,
  6. λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δʼ ἀυτμὴ
  7. ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα
  8. δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.
  9. δηρὸν δʼ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ
  10. ἤισαν· ὀκριόεσσα δʼ ἐρείκετο νειὸς ὀπίσσω,
  11. σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι.
  12. δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου
  13. βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δʼ αὐτὸς
  14. λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δʼ ἑοῖο
  15. βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας
  16. ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν
  17. γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δʼ ἄρʼ ἐπιπρὸ
  18. χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο.
  19. ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο
  20. λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες