Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καὶ ξίφος ἀμφʼ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει
  2. εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.
  3. παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων
  4. αὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον.
  5. χρίμψε δʼ ἔπειτα κιών, παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξεν
  6. ὀρθὸν ἐπʼ οὐριάχῳ, κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας.
  7. βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
  8. ἴχνια μαστεύων· οἱ δʼ ἔκποθεν ἀφράστοιο
  9. κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα
  10. καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
  11. ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.
  12. ἔδδεισαν δʼ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε,
  13. εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη
  14. μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις.
  15. πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω
  16. μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν·
  17. οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.
  18. ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν
  19. φῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν,
  20. πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτʼ αὖ λήγουσιν ἀυτμῆς,