Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τοῖος ἄρʼ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.
  2. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,
  3. ἀσπίδα χαλκείην μελίην τʼ ἐν χερσὶ τινάσσων.
  4. φαίης κε ζοφεροῖο κατʼ αἰθέρος ἀίσσουσαν
  5. χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι
  6. ἐκ νεφέων, ὅτʼ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.
  7. καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων
  8. μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες
  9. ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο.
  10. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,
  11. ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα
  12. γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος
  13. κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.
  14. τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,
  15. τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,
  16. τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
  17. Αἰσονίδης δʼ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
  18. δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον,
  19. νηὸς ἀποπροθορών· ἄμυδις δʼ ἕλε παμφανόωσαν
  20. χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων