Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·
- οὐδʼ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλʼ ἐνὶ νηί,
- Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
- τοῖσι δʼ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ
- λεῖπον Ἅλυν ποταμόν, λεῖπον δʼ ἀγχίρροον Ἶριν,
- ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δʼ αὐτῷ
- γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.
- ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην
- ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
- Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
- ἀμφὶ κασιγνήτης· ὁ δʼ ἀπήμονα πέμψεν ὀπίσσω.
- τῆς οἵγʼ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,
- κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.
- τῷ δʼ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα
- τόσσʼ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.
- τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
- πεμπάζοι· μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή.
- ἡ μέν τʼ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε
- ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι.
- ἔνθεν δʼ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν