Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
- νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντες
- σήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους,
- Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.
- ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσιν
- γνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖς
- αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι ϝύκτα.
- αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
- θυγατέρʼ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν
- παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
- δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δʼ ὅγʼ αὐτῇ
- δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.
- ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
- ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι
- ἱέμενον, ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν
- τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
- ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο
- υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε
- τῆμος ἔθʼ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·
- οἵ ῥα τόθʼ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,