Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι·
  2. αἰεὶ δʼ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα
  3. ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν,
  4. ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν,
  5. ὅππῃ ὑπεξαφύονται· ὁ δʼ ἀμφαδὸν ἄμμιγα παύροις
  6. πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην.
  7. καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν
  8. ὑσμίνην, καὶ δʼ οὔ κεν ἀναιμωτί γʼ ἐρίδηναν—
  9. οὐ γὰρ Ἀμαζονίδες μάλʼ ἐπήτιδες, οὐδὲ θέμιστας
  10. τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο·
  11. ἀλλʼ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει·
  12. δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε
  13. νύμφης, ἥ τʼ Ἄρηϊ φιλοπτολέμους τέκε κούρας,
  14. ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα—
  15. εἰ μὴ ἄρʼ ἐκ Διόθεν πνοιαὶ πάλιν Ἀργέσταο
  16. ἤλυθον· οἱ δʼ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτήν,
  17. ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο.
  18. οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλʼ ἀνὰ γαῖαν
  19. κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον·
  20. νόσφι μὲν αἵδʼ αὐταί, τῇσιν τότε κοιρανέεσκεν