Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ
- τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.
- καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες
- θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι
- Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.
- οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
- πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,
- χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.
- ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι
- βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς
- θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
- αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαν
- νῆʼ ἔπι· κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
- ἐς πόδας ἀμφοτέρους· ἡ δʼ ἐς πέλαγος πεφόρητο
- ἐντενές, ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκος
- ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει
- ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.
- καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
- πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
- Λητωίς, ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ,