Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα,
- ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.
- καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ
- τύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,
- νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις
- ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ
- χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,
- τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν
- Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,
- ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο
- ἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο
- Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.
- τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευαν
- ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.
- δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.
- Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν
- μοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν
- αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,
- εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.
- ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.