Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
- αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
- ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου
- μνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσιν
- θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος.
- καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
- εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη
- θάρσος, ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαια
- τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο
- ἰθύνειν, Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν·
- ‘Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
- γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος
- ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων
- παρθενίης ἀπάνευθεν, ὅσον τʼ ἐπιίστορα νηῶν.
- τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.
- ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,
- τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει
- ναυτιλίην. ἀλλʼ ὦκα, παραιφάμενος τάδε πάντα,
- θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.’
- ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.