Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν
- κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ
- νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν
- ἠείδει· οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.
- αὐτὰρ ὅγʼ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο
- ϝίσσετʼ Ἀβαντιάδης· ὁ δʼ ἄρʼ ἔκποθεν ἀφράστοιο
- ὕψι μάλʼ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν
- ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
- ὀξὺ δʼ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος
- ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δʼ αἶψʼ ὀλοοῖο
- Πηλεὺς αἰγανέῃ φύγαδʼ εἰς ἕλος ὁρμηθέντος
- καπρίου· ἔσσυτο δʼ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας
- οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
- καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·
- τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,
- ἀχνύμενοι, χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων.
- ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,
- ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
- ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη
- τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς