Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος
- πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο
- μῆλα, τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.
- αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
- δαίνυνθʼ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς
- ἁρπαλέως, οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
- ἔνθα δʼ, ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος,
- παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
- αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸς
- πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·
- ‘κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
- ἀτρεκές· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
- ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
- χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
- βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν
- μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.
- πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
- Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
- τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
- οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,