Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
- εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
- βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
- τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
- εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντες
- πείρετε· μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθε
- ἀφραδέως, ἢ θύνετʼ ἐπισπόμενοι νεότητι.
- οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι
- νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ διʼ αὐτῶν
- πετράων πόντονδε σόη πτερύγεσσι δίηται,
- μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου,
- ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ
- τέμνεθʼ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον
- ἔσσετʼ ἐν εὐχωλῇσιν, ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν.
- τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι
- θαρσαλέως· πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.
- εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
- ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι
- ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
- πετράων, οὐδʼ εἴ κε σιδηρείη πέλοι Λ̓ργώ.