Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας·
- ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες
- τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.
- καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντο
- πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,
- εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν, κατὰ δʼ αἰθέρος ἆλτο
- οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν·
- ‘οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι
- Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δʼ αὐτὴ
- δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.’
- ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν
- ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,
- μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
- εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
- οἱ δʼ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα
- σώεσθαι. Στροφάδας δὲ μετακλείουσʼ ἄνθρωποι
- νήσους τοῖό γʼ ἕκητι, πάρος Πλωτὰς καλέοντες.
- Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν
- κευθμῶνα Κρήτης Μινωίδος· ἡ δʼ ἀνόρουσεν
- Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.