Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·
- πρὸς δʼ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
- ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
- ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι.
- ἴσχω δʼ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα
- αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
- ἢ κείνας· ὧδʼ αἶψα διηέριαι ποτέονται.
- τυτθὸν δʼ ἢν ἄρα δήποτʼ ἐδητύος ἄμμι λίπωσιν,
- πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς·
- οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
- οὐδʼ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
- ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
- μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι.
- τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
- υἱέας. οὐδʼ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
- εἰ δὴ ἐγὼν ὁ πρίν ποτʼ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
- ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατʼ Ἀγήνωρ·
- τῶν δὲ κασιγνήτην, ὅτʼ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
- Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.’
- Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δʼ ἕλε κῆδος ἕκαστον