Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἡρώων, πέρι δʼ αὖτε δύω υἷας Βορέαο.
  2. δάκρυ δʼ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τʼ ἔειπεν
  3. Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·
  4. ‘Ἆ δείλʼ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
  5. ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδεʼ ἀνῆπται;
  6. ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
  7. μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
  8. ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
  9. χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
  10. νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ
  11. ἀθανάτων. οὐδʼ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
  12. Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστʼ ἂν ὀμόσσῃς,
  13. μὴ μὲν τοῖό γʼ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.’
  14. ὧς φάτο· τοῦ δʼ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν
  15. γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·
  16. ‘σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
  17. ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν
  18. μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μʼ ἔλαχεν, κὴρ
  19. καὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θʼ ὑπένερθεν
  20. δαίμονες, οἳ μηδʼ ὧδε θανόντι περ εὐμενέοιεν,