Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.
  2. ἐκ δʼ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς
  3. οὐδοῦ ἐπʼ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψεν
  4. πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι
  5. νειόθεν, ἀβληχρῷ δʼ ἐπὶ κώματι κέκλιτʼ ἄναυδος.
  6. οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο
  7. καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο
  8. στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν·
  9. ‘κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ
  10. οἵδʼ ὑμεῖς, οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ
  11. Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων.
  12. ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα
  13. ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς
  14. υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
  15. Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς
  16. ἀνδράσι, Φοίβου τʼ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης
  17. λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες,
  18. χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
  19. μηδέ μʼ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
  20. αὔτως. οὐ γὰρ μοῦνον ἐπʼ ὀφθαλμοῖσιν Ἐρινὺς