Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- Λητοΐδης· οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ
- χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν.
- τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,
- ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι
- εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ
- θέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον.
- ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι
- ἅρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσιν
- συνεχέως ἥρπαζον. ἐλείπετο δʼ ἄλλοτε φορβῆς
- οὐδʼ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο.
- καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη
- μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλʼ ἀποτηλοῦ
- ἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
- αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου
- τούσδʼ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων
- θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
- ὀρθωθεὶς δʼ εὐνῆθεν, ἀκήριον ἠύτʼ ὄνειρον,
- βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,
- τοίχους ἀμφαφόων· τρέμε δʼ ἅψεα νισσομένοιο
- ἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς