Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ‘μηδʼ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.
  2. οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ, ὥστε χερείους
  3. ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.
  4. ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο
  5. κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.
  6. τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,
  7. οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.’
  8. ὧς οἵγʼ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,
  9. μέσφʼ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.
  10. ἦρι δʼ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος·
  11. ἱστία δʼ ἤειραν, τὰ δʼ ὑπαὶ ῥιπῆς ἀνέμοιο
  12. τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.
  13. νυκτὶ δʼ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον·
  14. ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτʼ ἐν Ὀλύμπῳ
  15. Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπʼ ἄντρον
  16. Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετʼ Ἰδαίοισιν,
  17. Ῥείην ἐξαπαφών παρελέξατο· τοὺς δʼ ἐνὶ λέκτροις
  18. τέτμε θεὰ μεσσηγύς· ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας
  19. ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ·
  20. ἡ δʼ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα