Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν
  2. ἦλθʼ, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,
  3. ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.
  4. κεῖθεν δʼ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων
  5. γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,
  6. Βύζηράς τʼ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον
  7. ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.
  8. καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου.
  9. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι
  10. ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν
  11. ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς
  12. αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.
  13. τὸν μὲν ἐπʼ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ
  14. νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης
  15. λαίφεα πάντʼ ἐτίναξε, παραιθύξας πτερύγεσσιν.
  16. οὐ γὰρʼ ὅγʼ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,
  17. ἶσα δʼ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς,
  18. δηρὸν δʼ. οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν
  19. ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δʼ αἰθὴρ
  20. οἰμωγῇ, μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντα