Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·
  2. ‘ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτʼ ἀρωγῆς
  3. σχήσεται, οὐδʼ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.
  4. ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν
  5. Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι.
  6. στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων
  7. ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει
  8. σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.
  9. οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
  10. ῥηίδιον, τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυται
  11. ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖʼ ἀνέφυσεν
  12. Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,
  13. ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ
  14. βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
  15. θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δʼ αὔτως
  16. οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθʼ ἔτι νῦν περ
  17. κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.’
  18. ὧς ἄρʼ ἔφη· πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰς
  19. αὐτίκα, τοῖον ἄεθλον ὅτʼ ἔκλυον. αἶψα δὲ Πηλεὺς
  20. θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·