Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.
- καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,
- δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,
- γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας
- νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν
- Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι
- δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν.
- ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι
- ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα
- ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα
- παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε
- αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν·
- ‘ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων
- ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ,
- ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο
- πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν
- ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί.
- εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν,
- τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν,
- δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους