Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις
- δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις
- Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην.
- δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων,
- ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας·
- αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,
- σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις
- ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ
- πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα
- γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη.
- αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν
- μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο.
- οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,
- εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο
- μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς
- λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον·
- οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ.
- ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν
- ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο·
- εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος,