Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε
- δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.
- ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ
- εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς.
- κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν,
- ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι
- βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο.
- τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης.
- δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη
- Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν,
- πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι
- τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,
- δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.
- βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,
- ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν
- νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,
- καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει
- καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο
- παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος
- ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες·