Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη
- ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια
- Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου
- πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
- νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως
- χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.
- ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν
- Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·
- οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι,
- ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν
- ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.
- ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
- καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων
- ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·
- τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,
- σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς
- ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
- πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.
- ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,
- βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης