Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,
  2. δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν
  3. Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς
  4. Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.
  5. τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα
  6. ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.
  7. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο,
  8. ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ
  9. τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.
  10. ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ,
  11. Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη
  12. παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον
  13. ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον
  14. σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.
  15. ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,
  16. Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη
  17. κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους
  18. ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν
  19. οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·
  20. Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων