Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- χωόμενος δʼ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον
- τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα.
- ὡς δʼ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος
- πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων
- οὐδʼ ἀγέλης ὄθεται, πρήσσει δʼ ὁδόν, ἄλλοτʼ ἄπαυστος,
- ἄλλοτε δʼ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχένʼ ἀείρων
- ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ·
- ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατʼ ἔπαλλεν
- συνεχέως, ὁτὲ δʼ αὖτε μεταλλήγων καμάτοιο
- τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ.
- αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ
- ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς
- ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τʼ ἀνέμοιο.
- οἱ δʼ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς
- εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας.
- κυρτώθη δʼ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δʼ ἀπʼ ἀκτῆς
- γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.
- ἦμος δʼ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς
- ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δʼ ἀταρποί,
- καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ,