Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τῆμος τούσγʼ ἐνόησαν ἀιδρείῃσι λιπόντες.
- ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς
- ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν
- σφωιτέρων ἑτάρων. ὁ δʼ ἀμηχανίῃσιν ἀτυχθεὶς
- οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον
- Αἰσονίδης· ἀλλʼ ἧστο βαρείῃ νειόθεν ἄτῃ
- θυμὸν ἔδων· Τελαμῶνα δʼ ἕλεν χόλος, ὧδέ τʼ ἔειπεν·
- ‘ἧσʼ αὔτως εὔκηλος, ἐπεί??ύ τοι ἄρμενον ἦεν
- Ἡρακλῆα λιπεῖν· σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν,
- ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ,
- αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.
- ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων
- εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο.’
- ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε
- ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο.
- καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο
- λαῖτμα βιησάμενοι ἀνέμου τʼ ἄλληκτον ἰωήν,
- εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο
- Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,
- σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετʼ ὀπίσσω