Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Βιτέλλιος οὗν ἦν ἐπὶ τῆς βασιλείας ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων: ὁ γοῦν πατὴρ αὐτοῦ τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς οὐ κατῄσχυνε τοὺς ἑλομένους εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος. ἀλλ̓ ἐγένετο κατὰ τὴν βασιλείαν ἀτοπώτατος καὶ τῇ γαστρὶ πάντα μετρῶν ὥστε νύκτας ἡμέραις συνάπτειν ἐν συμποσίοις. φασὶ γοῦν αὐτῷ τὸν ἀδελφὸν παρασκευάσαι τράπεζαν, προθεῖναι δὲ αὐτῷ δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχίλια δὲ πτηνὰ καὶ τὴν ἄλλην ἅπασαν δαπάνην ἐφάμιλλον. μιμεῖσθαι δὲ ἐπεμελεῖτο τὸν Νέρωνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἅπαντα πράττειν ἐποιεῖτο τὸν τάφον τε αὐτῷ λαμπρότερον ἐποίησε γενέσθαι: κατορώρυκτο γὰρ ἀσήμως, ὡς ἐν τοῖς ἔμπροσθεν δεδήλωται. ταῦτα οὔτε ὁ δῆμος ἤνεγκεν οὔτε ὁ στρατὸς ὁ τεταγμένος ὑπὸ Οὐεσπασιανῷ στρατηγὸς δὲ ἦν οὗτος τὴν πρὸς Ἰουδαίους διακονούμενος μάχην̓, ἀλλὰ προσάγουσι μὲν αὐτὸν εἰς τὸ δημόσιον, ἐπειδὴ καὶ τὸν ἀδελφὸν Οὐεσπασιανοῦ Σαβῖνον συνεμπρήσας ἐτύγχανε τῷ Καπετωλίῳ: κρεμάσαντες δὲ ἀπὸ τῆς κόμης καὶ τῷ λαιμῷ ξίφος ὑποθέντες εἷλκον διὰ τῆς πόλεως τό τε στέρνον γυμνώσαντες ὥστε τοὺς ἐντυγχάνοντας κατ̓ ἐξουσίαν πλήττειν καὶ τοῦτον αἰκισάμενοι τὸν τρόπον τὸ τελευταῖον ἀπέπνιξαν καὶ τὸ σῶμα ἔρριψαν εἰς τὰ ῥεύματα τοῦ Θύμβριδος ὡς οὐκ ἄξιον ὂν ἐπικαλυφθῆναι τῇ γῇ. καὶ ὁ μὲν οὕτως ἐτελεύτησεν ἑβδόμῳ καὶ πεντηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας ἐν ὀγδόῳ μηνὶ μιᾶς προσδεούσης ἡμέρας.

131

Διαδέχεται δὲ τὴν βασιλείαν Οὐεσπασιανὸς ἐπὶ τῆς Παλαιστίνης ἀναρρηθείς, γένει μὲν οὐ λαμπρός, ἀρετὴν δὲ οἷος τοῖς σφόδρα ἀρίστοις συμφέρεσθαι: καὶ δόξαν ἀεὶ δήποτε μεγίστην ἐπὶ μεγίστοις ἔργοις κεκαρπωμένος, ἡνίκα Κλαυδίῳ τῷ βασιλεύσαντι στρατηγῶν, ὡς μικρῷ πρόσθεν εἴρηται, δύο καὶ τριάκοντα μάχαις τήν τε Γερμανῶν καὶ Βρεττανῶν ἅπασαν γῆν συνῆψε Ῥωμαίοις πόλεις τε αὐτῶν εἷλεν εἴκοσι περιφανεστάτας καὶ τὴν μεγίστην τῶν Βρεττανικῶν νήσων τὴν Βέκτην. οὕτω δὲ ἐβασίλευσεν ὥστε μηδὲ ἔξωθεν γενέσθαι μετριότητος μήτε ὑπεροφθῆναι παρὰ τῶν ὑπηκόων: χρημάτων δὲ ἐπεμελεῖτο μέν, ἄδικον δὲ ἔφευγε κτῆσιν: τὸν πλοῦτόν γε μὴν ὃν συνέλεγε τοῖς ἀμφ̓ αὐτὸν ἐδωρεῖτο καὶ τοῖς μάλιστα τῶν: τιμῶν ἀξιωτάτοις. οὐδεὶς γοῦν τῶν προτέρων τοσαύτην ἐπεδείξατο μεγαλοψυχίαν: τοσαύτη δὲ ἦν ἡ φιλανθρωπία καὶ ἡ πραότης ὥστε τοὺς ἐπιβουλεύειν αὐτοῦ τῇ βασιλείᾳ δόξαντας μὴ βαρέως ἀμύνασθαι, ἀλλ̓ ἄχρι τοῦ τῆς πόλεως ἐκβάλλειν στῆσαι τὰς τιμωρίας. τῇ τε ἀρχῇ προσέθηκεν Ἰουδαίους τε καὶ τὰ Ἱεροσόλυμα τότε πρῶτον αὐτοὺς ὑπαγαγὼν τῇ δουλείᾳ. Ἀχαΐαν τε καὶ Λυκίαν καὶ Ῥόδον καὶ τὸ Βυζάντιον καὶ Σάμον αὐτονόμους οὔσας ἠνάγκασε τοῖς Ῥωμαϊκοῖς πολιτεύεσθαι θεσμοῖς: Θρᾷκάς τε ἐπὶ καὶ Κίλικας καὶ Κομμαγηνοὺς οἰκείας ἔχοντας βασιλείας εἰς ἐπαρχιῶν σχῆμα μετέστησε.

Πάντων δὲ μέγιστον ἐκέκτητο τὸ μήτε ἀπεχθείας μνημονεύειν πρός τε τοὺς κατηγοροῦντας ῥήτοράς τε καὶ φιλοσόφους μὴ βαρέως ἔχειν: τῶν γε μὴν στρατιωτικῶν πταισμάτων τιμωρὸς ἦν ἀκριβὴς πικροτέραις αὐτοὺς ἀεὶ σωφρονίζων ἐπιστροφαῖς: καὶ τοιοῦτος ἦν ἐπὶ τῆς βασιλείας. θριαμβεύει δὲ ἐν Ῥώμῃ κατὰ Ἰουδαίων μετὰ τοῦ παιδός. πάντας τοίνυν ἀνῃρημένος τούς τε ἀπὸ τοῦ δήμου καὶ τοὺς ἐν ταῖς ἡγεμονίαις καὶ τὸ ὑπήκοον ἅπαν ἐπίσης τε ὑπὸ πάντων θαυμαζόμενος ἐτελεύτησε τῆς γαστρὸς αὐτοῦ καταρραγείσης ἐν ἀγρῷ περὶ τὰ ὅρια Σαβίνων: οἰκείως τε καὶ θεός τε προσηγορεύθη καὶ ὑπὸ Ῥωμαίων ἐτάφη λαμπρῶς σφόδρα

133
αὐτοῦ τὴν τελευτὴν ὀδυρομένων. τούς γε μὴν παῖδας γενεθλιαλογήσας ἑκατέρους αὐτοῦ ἐπέπειστο διαδόχους ἔσεσθαι τῆς ἀρχῆς, ὥστε πολλῶν ἐπιβουλευσάντων πολλάκις μηδὲν ἐπιστραφῆναι, φῆσαι δὲ ἐν κοινῇ ποτε συνόδῳ ἢ μηδένα μετ̓ αὐτὸν βασιλεύσειν ἢ τοὺς ἐξ αὐτοῦ γεγενημένους. ἐτελεύτησε δὲ ἐννάτῳ καὶ ἑξηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ ἐννάτῳ καὶ ἡμέραις ἑπτά.