Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Μετὰ τοῦτον τοίνυν διεδέξατο τὴν βασιλείαν Τίτος ὁ παῖς ὁμώνυμος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος τῷ πατρί, ταῖς ἀρεταῖς ἁπάσαις πᾶσαν εὐφημίαν νικῶν. τὸ πλῆθος γοῦν αὐτὸν Κοινὸν Ἔρωτα προσηγόρευεν. ἦν δὲ οὐχ ἧττον τὴν γλῶτταν ἠσκημένος εἰς λόγους ἢ τὴν χεῖρα πρὸς μάχας, ἐν οὐδενὶ δὲ τοῦ εἰκότος τὸ μέτρον ὑπερέβαινεν. ἠγώνιστο δὲ καὶ τοὺς ἐν δικαστηρίοις ἀγῶνας καὶ δημιουργὸς μέτρων ἄριστος ἦν, ὡς καὶ τραγῳδίαν Ἑλλάδι φωνῇ συνθεῖναι: ἡνίκα δὲ τῷ πατρὶ κατὰ τῶν Ἰουδαίων συνεστρατεύετο, δύο καὶ δέκα τῶν προμάχων ἰσαρίθμοις βέλεσι κατηγωνίσατο. καὶ γενόμενος ἐπὶ τῆς βασιλείας οὕτως ἦν κοινὸς καὶ μέτριος, ὡς μηδένα μὲν ἀπαιτῆσαι τιμωρίαν, τοὺς δὲ ἐπ̓ αὐτῷ συστάντας ἐκ συνωμοσίας ἀφεῖναί τε καὶ καταριθμῆσαι τοῖς φίλοις. τὸ μεγαλόψυχον δὲ αὐτοῦ καὶ φιλόδωρον τοσοῦτον ἦν, ὥστε αὐτῷ τινας εὐκολίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. δειπνοῦντα δέ ποτε καὶ λογισάμενον, ὡς οὐδὲν οὐδεὶς ἐκείνην%5 εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσαι καὶ καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας εἰπεῖν: οὐκ ἐβασίλευσα τὴν παροῦσαν ἡμέραν, οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὗ πέπονθε σήμερον. κατασκευάσας δὲ Ῥωμαίοις τὸ καλούμενον ἀμφιθέατρον ἀπήρξατο τῆς ἐν αὐτῷ θέας πεντακισχίλια μὲν ἐγκατασφάξας τῷ τόπῳ θηρία, πολλὴν δὲ καὶ ἄλλην ἐπιδειξάμενος πολυτέλειαν.

Ἐτελεύτησε δὲ ὑπ̓ ἀρρωστίᾳ ἐν ᾧπερ καὶ ὁ πατὴρ ἀγρῷ δύο τοῦ πατρὸς ὕστερον ἔτεσι καὶ μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι βασιλεύσας, προβὰς εἰς ἡλικίαν

135
ἔτους ἑνὸς πρὸς τοῖς τεσσαράκοντα: καὶ ἤγειρε τῷ δήμῳ πένθος μέγα, ὥστε κοινὸν αὐτὸ καὶ δημόσιον δογματισθῆναι, καὶ οὐ μᾶλλον ἧν πάντων ἤ ἴδιον ἑκάστου τὸ πάθος: οὐδεὶς γὰρ ἦν, ὃς οὐ τῆς οἰκίας ἐποιεῖτο αὐτοῦ τὴν συμφοράν. ἀρχομένης γοῦν ἑσπέρας αὐτοῦ μεταστάντος σύνοδος ἐγένετο τοῦ λαμπροῦ πλήθους ἐν τῷ βουλευτηρίῳ χάριτας ὁμολογούντων καὶ τεθνηκότι τῷ Τίτῳ: μόνος τε οὗτος ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων ἤ ζῶντες ἕτεροι.

Συνηριθμήθη δὲ τοῖς θεοῖς τὴν βασιλείαν ἐπὶ τὸν νεώτερον ἀδελφὸν παραπέμψας Δομετιανόν. ὃν Νερωνα ἤ Καλιγούλαν ἤ Τιβέριον εἰπὼν οὐκ ἄν τις ἁμάρτοι, τοσοῦτον ἔσχε πρὸς αὐτοὺς τὸν ζῆλον οὔτε τοῦ πατρὸς οὔτε τοῦ ἀδελφοῦ μιμησάμενος οὐδέν. ἀλλ̓ ἐν προοιμίοις μὲν τῆς βασιλείας μετριότητός τινος ἐπεμελήθη, κατὰ μέρος δὲ αὔξων τὴν πονηρίαν εἰς πᾶν προῆλθεν ἡδονῶν τε καὶ θυμοῦ καὶ ὠμότητος καὶ ταῦτα ἐνίκα τῇ πλεονεξίᾳ: μίσος οὖν ὡς εἰκὸς ἠκολούθει μέγιστον ὥστε τῶν πατρῴων τε καὶ ἀδελφικῶν ἀγαθῶν τὴν μνήμην ἐκβαλεῖν. οὕτω γοῦν πολλοὺς μὲν ἀνῄρει τῆς συγκλήτου: θεὸν δὲ αὐτὸν ἠνάγκαζε προσαγορεύειν οὐκ ἀνεχόμενος ἀνδριάσι πλὴν χρυσοῖς καὶ ἀργυροῖς τιμᾶσθαι καὶ τούτοις ἐν Καπετωλίῳ. ἐπλήρωσε δὲ καὶ ἐμφυλίου τὰς χεῖρας αἵματος τοὺς ἀνεψιοὺς ἀνελὼν καὶ τὰ τῆς ὑπεροψίας ἤρετο. καὶ τὰς ἐκστρατείας ἐκ μεγίστων ἐποιήσατο συμφορῶν, ἐπὶ Σαρμάτας τε ἅμα καὶ Σκύθας, Δάκας τε ἅμα καὶ Κάτθας: τάγμα τε ἓν ἀπώλεσε μετὰ τῶν στρατηγῶν καὶ Σαβῖνος ὑπατικὸς καὶ Κορνήλιος Φοῦσκος ὕπαρχος ἔπεσον σὺν πολλῇ στρατιᾷ. ἐθριάμβευσε δὲ κατ̓ αὐτῶν ἀναιδῶς. καὶ τὸ Καπετώλιον καὶ τὴν παροδικὴν ἀγορὰν καὶ τὸ Ἴσιον καὶ τὸ Σαράπιον καὶ τὸ Στάδιον ᾠκοδόμησέ τε καὶ κατεκόσμησε. μίσους τε ἐπὶ πλεῖστον προϊόντος συνομόσαντες τῶν περὶ αὐτόν τινες ἐν ταῖς βασιλικαῖς αὐλαῖς αὐτὸν διεχρήσαντο πέμπτῳ καὶ τεσσαρακοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ δεκάτῳ καὶ πέμπτῳ. τὰ νενομισμένα δὲ ἀπεπλήρωσε τῶν ἐν λόγῳ μὲν οὐδείς: μόνον δὲ οἱ ταῖς κοιναῖς ἐπιτεταγμένοι ταφαῖς ἀφανῶς αὐτὸν καὶ ὡς σῶμα ἀπερριμμένον κατώρυξαν.

137