Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἐκ τούτων ἐπάρατος μὲν ἦν ἐν πάσῃ τῇ βασιλευομένῃ γῇ, ψηφίσματι δὲ τῆς συγκλήτου καὶ πολέμιος ἀπεφάνθη καὶ καταλειφθεὶς ὑπὸ τῶν δορυφόρων τε

127
καὶ ἡγουμένων ἐκαλεῖτο πρὸς τιμωρίαν: δόγμα δὲ ἦν ὥστε γυμνὸν αὐτὸν παντὸς ἐσθήματος περιαχθῆναι ζυγοῦ κατὰ τῶν τενόντων κειμένου καὶ καταξανθέντα τὸ σῶμα ῥάβδοις κατακρημνισθῆναι. τούτων οὕτω λελεγμένων αἰσθόμενος κατέφυγεν ἐπὶ τὸ προάστειον μεταξὺ Σαλαρίας καὶ Νωμεντάνης τετάρτῳ τῆς Ῥώμης σημείῳ καὶ τελευτὴν ἐπήγαγεν ἑαυτῷ. αὐτοῦ δὲ ἦν ἔργον τὸ λουτρόν, ὃ νῦν Ἀλεξανδρειανὰς προσαγορεύουσι, Νερωνιανὰς τὸ πρὶν καλούμενον: ἔδοξε γὰρ μηδαμοῦ τὴν προσηγορίαν αὐτοῦ φέρεσθαι. τριακοστοῦ δὲ καὶ ἑνὸς ἔτους τῆς ἡλικίας ἀπώλετο τέσσαρα ἐπὶ τοῖς δέκα βασιλεύσας: εἰς αὐτόν τε ἔστη τῆς τοῦ Καίσαρος συγγενείας ἡ διαδοχή.

Μετὰ τοῦτον βασιλεύει Σέρβιος Γάλβας ἐκ τῶν πορρωτάτω προγόνων ἐπιφανὴς καὶ τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς ἐπισημότατος, ἔτη γεγονὼς τρία καὶ ἑβδομήκοντα. ἤγαγον δὲ αὐτὸν ἐπὶ τὴν ἀρχὴν οἱ Ἱσπανοί τε καὶ Γάλλοι: καὶ μετὰ τὴν ἐκείνων ἀνάρρησιν ὁ πᾶς κατηκολούθησε στρατὸς θαῦμα ἔχων αὐτοῦ τῆς ἀρετῆς ἁπάσης, ἣν ἰδιωτεύοντι συνῄδει περὶ τὰ πολιτικὰ πράγματα καὶ τὰς περὶ τοὺς πολέμους μάχας, ἐν αἷς ἐξέλαμψεν νῦν μὲν ὑπατικὴν νῦν δὲ ἀνθύπατον ἐξουσίαν ἔχων, ἄλλοτε δὲ στρατηγῶν μόνον δίχα τινὸς ἀρχῆς. ἐλάχιστον δὲ ἐβασίλευσε χρόνον, ἐν μὲν τοῖς προοιμίοις εὐδοκιμήσας, ἐξ ὠμότητος δὲ μετὰ ταῦτα χείρονα δόξαν λαβών. τελευτᾷ ἐξ ἐπιβουλῆς Ὄθωνος ἑβδόμῳ τῆς βασιλείας μηνὶ ἀγχόνῃ διαφθαρεὶς ἐπὶ τῆς Ῥώμης ἐτάφη τε ἐν τοῖς ἑαυτοῦ κήποις τοῖς περὶ τὴν ὁδὸν τὴν καλουμένην Αὐρηλίαν.

Βασιλεύει δὲ μετ̓ αὐτὸν ὁ τούτου φονεὺς ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ τοῦ μητρώου, ἀνὴρ ἀγαθός τε καὶ πρᾷος καὶ φίλος μὲν ἐς τὰ μάλιστα Νέρωνι, οὐδὲν δὲ ὑπὸ τῆς πρὸς ἐκεῖνον συνηθείας βλαβείς. ἐν μέντοι τῇ βασιλείᾳ γενναῖον οὐδὲν ἐπεδείξατο δἰ αἰτίαν τήνδε: Βιτέλλιος, ἡνίκα οὗτος ἐβασίλευσεν, ὑπὸ τῆς ἐν Γερμανοῖς στρατιᾶς ἀνερρήθη: καὶ γίγνεται πόλεμος Ὄθωνί τε καὶ ἐκείνῳ καὶ τοῖς μεθ̓ ἑκατέρου στρατεύμασι. μετὰ πλείονος δὲ πλήθους οὗτος παραταττόμενος ἧττον ἔσχεν ἐν τῇ πρώτῃ συμπλοκῇ: δεινόν τε ποιησάμενος, ὅτι δὴ

129
τῆς ἐλάττονος στρατιᾶς ἔλαττον σχοίη, πρὸς θάνατον ὥρμησε, κωλυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν σὺν τοῖς ἡγεμόσιν αὐτῶν καὶ πειθόντων ὡς ἀπαγορεύειν ἤδη τοῦ τέλους ἀπερίσκεπτον ἂν εἴη, τὴν ἑαυτοῦ γνώμην ἐκύρωσε, μὴ τοσούτου ποιεῖσθαι τὰ καθ̓ ἑαυτὸν ὥστε ἀξιόχρεων νομίζειν αὐτὰ πρὸς ἐμφύλιον εἶναι πόλεμον. ἐπήγαγεν ἑαυτῷ τελευτὴν ὀγδόῳ καὶ τριακοστῷ τῆς ἡλικίας ἔτει, τῆς δὲ βασιλείας πέντε καὶ ἐννενήκοντα ταῖς πάσαις ἡμέραις.