In Aristotelis Librum De Interpretatione Commentarium
Stephanus of Alexandria
Stephanus of Alexandria. In Aristotelis Librum De Interpretatione Commentarium (Commentaria in Aristotelem Graeca Vol 18.3). Hayduck, Michael, editor. Leipzig: Reimer, 1885.
<Ἀρχὴ τοῦ ᾱ τμήματος. Πρᾶξις ᾱ>
p. 16al Πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα. ἔπειτα ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος καὶ τὰ ἑξῆς.
Προοίμιον ἔχει ἡ παροῦσα πραγματεία διμερές. καὶ ἐν μὲν τῷ ᾱ μέρει ποιεῖται τὴν ἀπαρίθμησιν αὐτῶν τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ ᾱ τμήματι, ἔτι δὲ καὶ θεώρημά τι παραδίδωσιν· ἐν δὲ τῷ ݲ ἀναλογίαν τινὰ τῶν φωνῶν πρὸς τὰ νοήματα διέξεισιν. τὴν μὲν ἀπαρίθμησιν λέγων ὅτι δεῖ πρότερον ὁρίσασθαι τί ὄνομα καὶ τί ῥῆμα, εἶτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος. καὶ αὕτη μέν ἐστιν ἡ ἀπαρίθμησις· τὸ δὲ θεώρημα τοιοῦτόν ἐστιν, ὅτι δ ὄντων, γραμμάτων φωνῶν, νοήματων πραγμάτων, δύο τούτων φύσει εἰσί, τὰ δὲ ἕτερα δύο θέσει. τοῦτο δὲ δείκνυσι τοῦτον τὸν τρόπον· τὰ γράμματα καὶ τὰ ὀνόματα οὐ παρὰ πᾶσιν τὰ αὐτά· τὰ δὲ μὴ παρὰ πᾶσιν τὰ αὐτὰ οὐ φύσει· τὰ γράμματα ἄρα καὶ τὰ ὀνόματα οὐ φύσει. ὅτι μὲν οὖν τὰ ὀνόματα καὶ τὰ γράμματα οὐκ εἰσὶν παρὰ πᾶσιν τὰ αὐτὰ αὐτόθεν ὡμολόγηται. ἄλλος γὰρ τύπος τῶν γραμμάτων παρὰ Ἕλλησι καὶ ἄλλος παρὰ τοῖς ἀλλὰ μὴν καὶ τὰ ὀνόματα τὸν αὐτὸν τρόπον ἔχουσιν· ἄλλοις γὰρ κέχρηνται οἱ Ἕλληνες, φέρε εἰπεῖν ἐπὶ ἵππου καὶ κυνός, ἄλλοις δὲ χαὶ ‘Ρωμαῖοι, καὶ ἕτερον ἔθνος ἄλλοις. ὅτι δὲ τὰ μὴ παρὰ πᾶσι τὰ αὐτά οὐ φύσει ἀλλὰ θέσει, καὶ τοῦτο πράδηλον· εἰ γὰρ ἦσαν φύσει, ἔδει παρὰ πᾶσιν τὰ αὐτὰ εἶναι· ἡ γὰρ φύσις πανταχοῦ τὸ αὐτὸ δημιουργεῖ. Ὅτι τὰ νοήματα καὶ τὰ πράγματα παρὰ πᾶσι τὰ αὐτὰ καὶ διὰ τοῦτο φύσει δῆλον· οὐ γὰρ ἕτερον νόημα ἔχει περὶ τοῦ ἵππου Αἰγύπτιος ἕτερον δὲ Ελλην, ἀλλὰ τὸ αὐτὸ νόημα. καὶ πάλιν τὸ πρᾶγμα οὐκ ἔστιν ἕτερόν τι παρὰ τοῖσδε ὁ ἵππος ἕτερον δὲ παρὰ ἄλλοις, ἀλλὰ παρὰ πᾶσι τὸ αὐτό. [*](3 ’Αρχὴ—Πρᾶξις ᾱ ex reliquorum titulorum similitudine addidi 5 καὶ P: in mrg. add. Ρ2 10 διέξισιν P)
p. 16a1 Πρῶτον. τοῦ πρώτου πενταχῶς λεγομένου, ὡς ἤδη φθάσαντες ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν, ἐνταῦθα τὸ πρῶτον ληπτέον ἢ κατὰ χρόνον ἢ κατὰ τάξιν· οὕτως γὰρ τάξις τις φυλάττεται προορισθέντων τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ 7. τμήματι. δῆλον δὲ ὅτι καὶ ὁ χρόνος προηγεῖται, ἐν ᾧ περὶ τούτων διαλέγεται, τοῦ χρόνου ἐν ᾧ περὶ τῶν ἄλλων διαλέγεται.
p. 16a1 Θέσθαι. ἰστέον ὅτι τὸ θέσθαι ἑξαχῶς λέγεται. λέγεται γὰρ θέσις καὶ ἡ παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων, ὡς ἔλεγεν ὁ ‘Ηράχλειτος πάντα τὰ ὄντα ἐν κινήσει εἶναι καὶ στάσεως μηδεμιᾶς μετέχειν· πάλιν Παρμενίδης ἓν ἐδόκει εἶναι τὸ ὄν. λέγεται θέσις καὶ ἡ ὑπόθεσις, ὡς λέγομεν ῾ὑποκείσθω ἡ γῆ σημείου τε καὶ κέντρου λόγον ἐπέχουσα πρὸς τὴν ἡλιακὴν σθαὶραν’. λέγεται θέσις καὶ ἡ ἔκθεσις, ὡς τὸ ῾ἐχχείσθω ἡ γραμμὴ μῆκος ἔχουσα τόσον’. λέγεται θέσις καὶ τὰ θετικὰ ἐπιρρήματα, ἃ παρὰ τοῖς ῥήτορσιν, ὡς τὸ γαμητέον, πλευστέον. παρὰ τοῖς ῥήτορσι δὲ εἴπομεν, ἐπειδὴ διαφέρουσι τὰ ῥητορικὰ τῶν διαλεκτικῶν τῷ καθολικῷ καὶ μερικῷ. ὁ μὲν γὰρ διαλεκτικὸς φιλόσοφος τὸ χαθόλου φησίν ῾ἐὰν ἄρα δεῖ γαμεῖν ἢ πολεμεῖν ἢ πλεῖν᾿, ὁ δὲ ῥήτωρ ἱεῖ δέοι τόνδε ἢ τόνδε γυναῖκα.’ λέγεται θέσις καὶ ἡ ὁμολογία. ἀμέλει γοῦν ἀναθέσθαι λέγομεν τὸν ἀναπαλαίσντα τὴν ὁμολογίαν, ὡς ὁ Πλατῶν ἐν τῷ Γοργίᾳ φησίν· ‘εἰ βούλῃ ἀναθέσθαι, ὦ Καλλίκλεις, ἀνάθου· δίκαιος γὰρ εἶ’· τοῦτό ἐστιν ῾εἰ βούλῃ τὴν ὁμολογίαν ἀναπαλαῖσαι καὶ τὰς προτάσεις, ἀναπαλαισον’ . λέγεται θέσις καὶ ἐπὶ τῶν ὁρισμῶν· | οὗτοι γὰρ ὡς τῶν ἀποδείξεων προυποχείμενοι [*](f. 37r) λέγονται θέσεις. δεῖ γὰρ φέρε εἰπεῖν τὸ τρίγωνον ὁρίσασθαι καὶ μετὰ ταῦτα δεῖξαι τί καθ’ αὑτὸ πέφυχεν τῲ τριγώνῳ ὑπάρχειν, τοῦτ’ ἔστιν ὅτι τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. καὶ πάλιν τὸν ἄνθρωπον πρότερον ὁρίσασθαι δεῖ, καὶ οὕτως γνῶναι τί πέφυκεν τῷ ἀνθρώπῳ ὑπάρχειν. ἐνταῦθα δὲ δῆλον ὅτι τὸ θέσθαι ἐπὶ τοῦ ὁρίσασθαι ἔλαβεν, ἐπειδὴ πρό- [*](5 πάος P 11 τοῦ πρώτου iteratum et rursus erasum P 12 ἐν ταῖς Κατηγορίαις] c. 12 17 ἰστέον] cf. Ammon. fol. 9r 20 Παρμενίδῃ Ammonius 23 ἅ] an τὰ? 29 ἀναπαλαίσαντα cf. Ammon. fol. 9v3: ἀναπαλέσαντα P ἐν τῷ Γοργίᾳ] c. 16 p. 461 D; ceterum verba illic longe alia sunt 30 Κάλλικλες P Plato Gorg. 1. 1.: δικαίου P 31 ἀναπαλέσαι P ἀναπάλεςον P 35 ὀρθαῖς ex ὀρθὰς (sic) corr. P1)
p. 16al τί ὄνομα καὶ τί ῥῆμα. ἐζήτησάν τινες περὶ τάξεως διότι προέταξεν τὸ ὄνομα τοῦ ῥήματος. καὶ λέγομεν ὅτι ὡς κοινότερον ἰδικωτέρου προέθηκεν αὐτό. τὸ μὲν γὰρ ῥῆμα λέγεται ὄνομα, τὸ δὲ ὄνομα ῥῆμα οὐ λέγεται. αὐτὸς γὰρ ’Αριστοτέλης παρακατιὼν λέγει ῾αὐτὰ δὲ τὰ ῥήματα καθ’ ἑαυτὰ λεγόμενα ὀνόματά εἰσιν’ . πολλάκις γοῦν ἡμεῖς φαμεν Πλάτωνα καλοῖς ὀνόμασι κεχρῆσθαι, μὴ μόνον ὀνόμασιν, ἀλλὰ καὶ ῥήμασιν καὶ ἄλλοις μέρεσι τοῦ λόγου χρωμένου αὐτοῦ. καὶ ὅτι τὸ μὲν ὄνομα τῆς ὑπάρξεως καὶ τῆς οὐσίας ἐστὶν σημαντικόν, τὸ δὲ ῥῆμα τῆς οὐσίας ἐνέργειαν σημαίνει, προτερεύει δὲ ἡ οὐσία τῆς ἐνεργείας, εἰκότως καὶ τὸ ὄνομα τοῦ ῥήματος προταχθήσεται· ὡς γὰρ ἔχουσι τὰ πράγματα, οὕτως καὶ οἱ περὶ αὐτῶν ἔχουσι λόγοι. ἠπόρησαν δέ τινες, διὰ τί ηݲ μερῶν ὄντων τοῦ λόγου μόνον τῶν δύο τούτων ἐμνημόνευσεν, ὀνόματός τέ φημι χαὶ ῥήματος. καὶ εἰ μὲν εἴποι τις ὅτι ταῦτα μόνα ἀλλήλοις συμπλεκόμενα τὸν λόγον αὐτοτελῆ ποιοῦσι, τὰ δὲ ἄλλα οὔ, ψεύδεται· καὶ γὰρ καὶ μετοχὴ καὶ καλούμενον ἀπαρέμφατον καὶ ἀντωνυμία συμπλέκονται καὶ ποιοῦσι λόγον αὐτοτελῆ. οἷον ἀντωνυμία καὶ ῥῆμα ῾ἐγὼ περιπατῶ’ , * * βαδίςει’, ὅλα ἀπαρέμφατα ῥήματα ῾τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’. λέγομεν οὖν ὅτι πάντα ταῦτα εἰς ὄνομα καὶ ῥῆμα ἀναφέρει· καὶ εἰ μὲν ἐπέχουσι τόπον ὑποκειμένου, ταῦτα καλεῖ ὀνόματα, εἴτε ῥήματα ὦσιν εἴτε μετοχαὶ εἴτε ἀντωνυμίαι εἴτε καὶ τὰ παρὰ γραμματιχοῖς ὀνόματα. οἷον οἷον [*](f.37v) ἐὰν ᾖ ὄνομα τοῦ ὑποκειμένου τάξιν ἐπέχον ὡς τὸ ῾Σωκράτης δίκαιός ἐστιν ἐστιν’, τὸ Σωκράτης ὄνομα καλεῖ, ἐπειδὴ τόπον ἔχει ὑποκειμένου· εἰ δὲ ῥῆμα ὡς ῾τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’, τὸ φιλοσοφεῖν ὄνομα καλεῖν ἀξιοῖ. εἰ δὲ μετοχὴ ὥσπερ ῾ὁ τρέχων βαδίζει’, καὶ ἡ μετοχὴ ὄνομα παρ’ αὐτῷ λέγεται. καὶ εἰ ἀντωνυμία λαμβάνεσθαι συμβαίη, ὀνόματος προσηγορίας τυγχάνει, ὡς τὸ ’ἐγὼ περιπατῶ’, ἐπειδὴ ὑποκειμένου τάξιν ἐπέχει. πάντα δὲ τὰ κατηγορουμένου τάξιν ἐπέχοντα ῥήματα καλεῖν εἴωθεν, ὁποῖον ἄν εἴη μέρος τοῦ λόγου, ὡς ‘τὸ ζῷον οὐσία’· τὸ οὐσία ῥῆμά φησιν, καίπερ ὄνομα ὄν, ἐπειδὴ κατηγορεῖται τοῦ ζῴου. τῶν δὲ παρὰ γραμματικοῖς ἄλλων μερῶν τοῦ λόγου μνήμην οὐκ ἐποιήσατο, διότι οὐκ εἰσὶν κυρίως μέρη λόγου, ἀλλὰ τὰ μὲν ἐξ αὐτῶν ὡς ἐπὶ τῶν ἐπιρρημάτων σχέσιν μόνως σημαίνουσι τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ὡς τὸ ῾χαλῶς βαδίζει’ καὶ ῾εὖ διαλέγεται’ χαὶ ῾ἀναγκαίως ἀναπνεῖ’. ὥσπερ γὰρ ἐπὶ τοῦ πλοίου φαμὲν τὰς μὲν σανίδας μέρη, τὴν δὲ κόλλαν καὶ τοὺς ἥλους καὶ τοὺς γόμφους μέρη γε οὔ, ἀλλὰ συμβαλλόμενα πρὸς τὰ μέρη. οὕτως καὶ ταῦτα μέρη μὲν οὐκ εἰσὶν λόγου, ἀλλὰ λέξεως μέρη ἧς καὶ ὁ λόγος μέρος.
[*](2 lacunam indicavi; addendum est οὐκ ἔστι λαβεῖν 6 αὑτὸ P Ἀριστοτέλης] c. 3 p. 16b19 αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι 13 ἠπόρησαν δέ τινες cf. Ammon. fol. 10v 17 ἀντωνυμία Diels: ἀντωνυμίαις P 18 addendum est μετοχὴ καὶ ῥῆμα 23 ἐπέχων P 26 αὐτῷ scripsi : αὐτὰ P 33 τὰ μὲν] cf. Ammon. fol. 11r τῶν Diels: τινων P 35 ὥσπερ γὰρ] cf. Ammon. fol. 12r 38 μέρος Ammon.: μέρι P)p. 16a1 ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις. εἰκότως τὸ ὄνομα καὶ τὸ ῥῆμα τούτων προέταξεν· ὡς ἁπλούστερόν φησιν. διὰ τί δὲ τὰ χείρω προέταξε των κρειττόνων, οἶον τὴν ἀπόφασιν τῆς καταφάσεως, τὴν χαταφασιν τῆς ἀποφάνσεως καὶ ταύτην τοῦ λόγου; φαμὲν οὖν εἰκότως τοῦτο πεποίηχεν, διότι τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων πεποίηκε. ἐπειδὴ γὰρ κατήντησεν εἰς τὸν λόγον, ἄρχεται περὶ αὐτοῦ διαλέγεσθαι, πρῶτον μὲν ἵνα συνεχῆ ποιήσει τὴν διδασκαλίαν, ἔπειτα δὲ ὅτι καὶ ἐν τῷ λόγῳ τῆς ἀποφάνσεως μέμνηται τοῦ λόγου, καὶ τῆς ἀποφάνσεως πάλιν μέμνηται ἐν τῷ τῆς καταφάσεως καὶ ἀποφάσεως λόγῳ. τὰ δὲ λαμβανόμενα ἐν τῷ ὁρισμῷ τινος γνωριμώτερα βούλονται εἶναι τοῦ ἐν ᾧ λαμβάνονται.
᾿Οτι μὲν τῶν διαιρέσεων κυριώτατοι τρεῖς εἰσιν τρόποι μεμαθήκαμεν, ὡς γένος εἰς εἴδη, ὡς ὅλον εἰς μέρος, ·ὡς ὁμώνυ|μος φωνὴ εἰς διάφορα [*](f.38r) σ·ημαινόμενα. καὶ ὅτι ἡ ἀπόφανσις καθολικωτέρα ἐστὶν καὶ διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν καὶ ὡμολόγηται· ζητητέον δὲ κατὰ ποῖον τρόπον διαιρεῖται. ὅτι μὲν οὖν ὡς ὅλον εἰς μέρη ἀδύνατον, τοῦτο αὐτόθεν ὡμολόγηται· ἐρρέθη γὰρ ὅτι τὰ τεμνόμενα ὡς ὅλον εἰς μέρη ἢ εἰς ὁμοιομερῆ διαιρεῖται ὡς σὰρξ εἰς σάρκας καὶ ὀστοῦν εἰς ὀστοῦν, ἢ εἰς ἀνομοιομερῆ ὡς Σωκράτης εἰς χεῖρας πόδας κεφαλήν· καὶ ὅτι τὰ ὁμοιομερῆ καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν οὐ μόνον τοῦ ὅλου δέχονται ἀλλὰ καὶ ἀλλήλων, τὰ δ’ ἀνομοιομερῆ οὐκέτι. ἡ οὖν ἀπόφανσις οὐ δύναται διαιρεῖσθαι ὡς ὅλον εἰς μέρη οὔτε ὡς ὁμοιομερῆ οὔτε ὡς ἀνομοιομερῆ. ὡς ὁμοιομερῆ μὲν οὐ δύναται, ἐπειδὴ τὰ τμηθέντα, εἰ καὶ τὸ ὄνομα τοῦ ὅλου δέχονται (καλεῖται γὰρ καὶ ἡ κατάφασις καθ’ ἑαυτὴν ἀπόφανσις καὶ ἡ ἀπόφασις ὁμοίως), ἀλλ’ οὖν τὸ ὄνομα καὶ τὸν ὁρισμὸν ἀλλήλων οὐκ ἐπιδέχονται· οὔτε γὰρ ἡ ἀπόφασις καὶ κατάφασις λέγεται οὔτε πάλιν ἡ κατάφασις ἀπόφασις. ἀλλὰ μὴν οὐδὲ ὁρισμὸν ἀλλήλων ἐπιδέχονται. οὔτε δὲ ὡς εἰς ἀνομοιομερῆ τέμνεται. ἐρρέθη γὰρ ὅτι τὰ ἀνομοιομερῆ οὐκ ἐπιδέχονται τοῦ ὅλου τὸ ὄνομα· οὐδεὶς γὰρ λέγει τὸν πόδα ἢ τὴν κεφαλὴν ἢ τὴν χεῖρα Σωκράτους Σωκράτην. ἐνταῦθα δέ, ὡς εἴπομεν, καὶ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τῷ τοῦ ὅλου ὀνόματι λέγονται ἀποφάνσεις. οὕτως μὲν οὖν οὐ δύναται ὡς ὅλον εἰς μέρη διαιρεῖσθαι ἡ ἀπόφανσις εἰς κατάφασιν καὶ ἀπόφασιν. ἀμμιβάλλονται δὲ λοιπόν, εἰ ἄρα ὡς γένος εἰς εἴὸη, ὡς δοκεῖ τῷ Πορφυρίῳ, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὁ Ἀλέξανδρος ἐπέστησεν. ἡμεῖς ἡνίκα Ἀριστοτέλης ὁρίζεται ἕκαστον αὐτῶν, προφέροντες ἑκατέρων τῶν ἐξηγητῶν τὰς ἐπιχειρήσεις κατὰ δύναμιν διακρίνομεν.
p. 16a3 Ἔστιν οὖν τὰ ἐν τῇ φωνῇ. ἐν τῇ φωνῇ εἶπεν, σημάνῃ τὰ ὀνόματα καὶ τὰ ῥήματα· ταῦτα γὰρ οὐκ εἰσὶν ἁπλῶς φωναί, ἀλλὰ ἐν τῇ φωνῇ. διὸ οὐκ εἶπεν ’αἱ φωναί εἰσιν σύμβολα τῶν ἐν τῇ ψυχῇ παθημάτων᾿, ἀλλὰ τὰ ἐν τῇ φωνῇ.
[*](7 volebat ποιήσῃ 8 ἀποφάνσεως (ante μέμνηται) scripsi: ἀποφάσεως P 11 ὅτι μὲν] cf. Ammon. fol. 14r 20 ἀπόφανσις corr. P2 : ἀπόφασις P1 21 οὔτε (post ὁμοιομερῆ) P2: οὐδὲ P1 31 ἡ] ἢ P ἀπόφασιν ex ἀπόφανσιν corr. P1 32 ὡς γένος] cf. Ammon. fol. 14r 34 ἑκατέρων Diels: ἑκατέρως P 36 ἐν τῇ φωνῇ] cf. Ammon. fol. 19v)p. 16a4 χαὶ τὰ γρα|φόμενα τῶν ἐν τῇ φωνῇ. καλῶς εἶπεν τὰ [*](f. 38v) γραφόμενα καὶ οὔτε γράμματα οὔτε στοιχεῖα, ἐπειδὴ τὸ μὲν γράμμα πρωτοτύπως μὲν σημαίνει τὸν τύπον καὶ τὸν χαρακτῆρα τῆς ξέσεως, ὡς καὶ ὁ ποιητής
p. 16a6 Ὧν μέντοι ταῦτα σημεῖα πρώτως, τὰ αὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς. πρώτως εἶπεν σημεῖα εἶναι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων, διότι δευτέρως καὶ τῶν πραγμάτων σημεῖά ἐστιν. τῶν γὰρ δ τούτων τὰ μὲν μόνως ἐξαγγέλλουσιν, ὥσπερ τὰ γραφόμενα, τὰ δὲ μόνως ἐξαγγέλλονται, ὥσπερ τὰ πράγματα, τὰ δὲ καὶ ἀξαγγέλλουσι καὶ ἐξαλλέλλονται, ὥσπερ τὰ νοήματα καὶ αἱ φωναί. ἐξαγγέλλουσι μὲν τὰ πρὸ αὐτῶν, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν μετ’ αὐτά. οἷον τὰ νοήματα ἐπειδὴ δεύτερα μέν εἰσιν τῶν πραγμάτων, πρῶτα δὲ τῶν φωνῶν καὶ τῶν γραμμάτων, ἐξαγγέλλουσι μὲν τὰ πράγματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν φωνῶν <καὶ> γραφομένων. πάλιν | αἱ φωναὶ κατὰ τὸν αὐτὸν τρόπον ἐξαγγέλλουσι μὲν [*](f. 39r) τὰ πράγματα καὶ τὰ νοήματα, ἐξαλλέλλονται δὲ ὑπὸ τῶν γραφομένων. τὰ μέντοι πράγματα οὔτε ἐξαγγέλλουσί ποτε, ἐπειδὴ οὐδέν ἐστιν πρὸ αὐτῶν, οὐδὲ τὰ γραφόμενα ἐξαγγέλλονται ὑπό τινος, ἐπειδὴ οὐκ ἔχουσί τι μετ αὐτά. καὶ ἔστιν φύσει μὲν πρότερον τὸ πρᾶγμα τῶν ἄλλων· δεῖ γὰρ πρότερον εἶναι φέρε εἰπεῖν τὸν ἵππον καὶ οὕτως τὸ περὶ αὐτὸν νόημα, μετὰ δὲ τὸ νόημα τοῦ ἵππου καὶ τὸ ὄνομα, μετὰ δὲ τὸ ὄνομα τὰ γράμματα, εἴπερ ὅλως εἰσὶν γράμματα.
p. 16a7 Καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη τὰ αύτα. ἰστέον ὅτι τὰ νοήματα τῶν πραγμάτων ομοιώμαια εἶπεν, τὰ δὲ, ονοὁ [*](4 ὁ ποιητής] II. Λ 388 11 τόπος P; υ superscr. P2 ὀνομάτων scripsi, cf. fol. 20r : νοημάτων P 13 Ἀμμώνιος] cf. fol. 20 17 δὲ addidi 20 πρῶτον P, sed cf. V. 21 21 πρώτως εἶπεν] cf. Ainraon. fol. 20v 23. 24 ἐξαλλέλουσι—ἐξαγγέλονται P, et sic ubique 27 πρῶτα] volebat πρότερα 28 καὶ addidi 37 ὁμοιόμα P)
p. 16a20 Ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον. καλῶς τοῦτο εἶπεν· ι οὐδὲ γὰρ ἐὰν ἐκ τοῦ ἄνθρωπος ὀνόματος ἡ ανݲ [*](4 τὸν μερῶν P 7 ἡ delevi 12 θεωρίς scripsi, cf. Pollux 4,123: θεωρία P 15 διακρινούσας scripsi, cf. Ammon. fol. 25v τὸ σημαντικὴ διακρίνει τὸ ὄνομα τῶν ἀσήμων φωνῶν : διακρίνοντες P 17 ψόφον P 18 κατὰ συνθήκην] cf. Ammon. fol. 26r 19 ἀντὶ τούτου P 21 ὡς addidi 24 ὑλαχτίσωμεν ex ὑλαχτίσομεν corr. P 25 ἀλλ’ ἀποροῦσί τινες] cf. Ammon. fol. 27r Boëth. II p. 57 27 περισυνός σ 30 προσημαίνουσι P 34 προσημαίνουσι P 36 σημαντικῶν P)
p. 16a19 Ὄνομα μὲν οὖν ἐστι. ζητοῦσι διὰ τί ἐν ταῖς Κατηγορίαις διαλεχθεὶς περὶ τῶν ἁπλῶν φωνῶν πάλιν ἐνταῦθα διαλέγεται περὶ αὐτῶν· τὰ γὰρ ὀνόματα καὶ τὰ ῥήματα ἁπλαῖ φωναί. λέγομεν οὖν ὅτι ἁ·πλῆ φωνὴ ὄνομα ῥῆμα φάσις ὅρος ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν αὐτῶν ἐστιν ἡ διαφορά· οἶον ἄνθρωπος ὡς μὲν ἀπλῶς σημαντικόν τινος λέγεται ἁπλὴ φωνή, ὡς δὲ ὑποχείμενον λέγεται ὄνομα, ὡς δὲ κατηγορούμενον λέγεται ῥῆμα, ὡς δὲ μέρος [*](3 ὦ μάκαρ χτλ.] II. Γ 182 5 αἶ γάρ χτλ.] II. Β 371 6 χαὶ addidi 7 ναὶ μὰ τ τόδε] II. Α 234 8 τὰ αυ P 12 ὡρισμένηω—εἰσάγουσα in nostris exemplis desunt φύσιν scripsi : φησίν P 15 αὐτὸς scripsi: αὐτὸ P 17 οὐδὲν] an οὐδενὸς? 18.19 χάλλιπος P 20 χραιμετιστιχὸν P 21 ἐπαχτροχέλη δὲ P 22 Αἰσχίνης] in Timarch. α p. 27,9 22.23 ἐπακτροκέλητα P 23 ἐμβιβάζει Aeschines: ἐμβιβάζων P 26 παρέχει o scripsi: περιέχει P 30 ζητοῦσι] cf. Ainmou. fol. 9v 36 κατηγοροῦμεν (i.e. κατηγορούμενος) P)
p. 16a27 Τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστι. ζητήσειέ τις πῶς εἶπεν ’Αριστοτέλης ἐνταῦθα φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν· ὁ Πλατῶν φαίνεται ἐν τῷ Κρατύλῳ λέγων φύσει τὰ ὀνόματα. ἰστέον τοίνυν ὅτι διττὸν τὸ φύσει, διττὸν καὶ τὸ θέσει. λέγεται μὲν γὰρ φύσει καὶ τὸ ἀπὸ τῆς φύσεως προαχθέν, ὡς λέγομεν ἀποτέλεσμα τῆς φύσεως εἶναι τὸν ὀφθαλμὸν ἢ ῥῖνα ἢ οὖς ἢ πόδα· λέγεται δὲ πάλιν φύσει καὶ τὸ ἁρμοδίως κείμενον, οἷον ὅταν λέγωμεν φέρε εἰπεῖν ἵππον παρὰ τὸ ἰέναι τοῖς ποσὶν καὶ ἄνθρωπον παρὰ τὸ ἄνω τὴν ὦπα, τοῦτ’ ἔστιν τοὺς ὀφθαλμοὺς ἄνω δύνασθαι θεωρεῖν· καὶ Ἀρχέλαον τὸν ἕξιν ἀρχικὴν ἔχοντα, ὁμοίως καὶ Βασιλικὸν ἢ Βασίλειον τὸν δυνάμενον βασιλεύειν. οὕτως μὲν οὖν ἐστιν τὸ φύσει διττόν, ἢ τὸ γενόμενον ἐκ τῆς φύσεως ἢ τὸ ἁρμοδίως κείμενον ἐπὶ τῶν εἰρημένων παραδειλμάτων * * * ὅπερ οὐδὲν διαφέρει [*](f .41v) τοῦ δευτέρου σημαινομένου τοῦ φύσει, | ἢ τὸ ἀπλῶς καὶ ὡς ἔτυχεν κείμενον. ὁ μὲν οὖν Κράτυλος φύσει ἔλεγεν τὰ ὀνόματα κατὰ τὸ πρῶιον σημαινόμενον, ὁ δὲ Διόδωρος φύσει μὲν οὐκ ἔλεγεν ἀλλὰ θέσει, καὶ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν. ὅθεν καὶ τοὺς ἰδίους παῖδας τοῖς τῶν συνδέσμων ὀνόμασιν ἐκάλει, Μὲν καὶ Δὲ αὐτούς. δῆλον δὲ ὅτι θάτερος αὐτῶν οὐ καλῶς λέγει. ὁ δὲ Σωκράτης διαιτῶν τῷ λόγῳ ἔλεγεν φύσει εἶναι τὰ ὀνόματα, οὔτε κατὰ τὸ ᾱ τοῦ φύσει οὔτε χατὰ τὸ βݲ τοὐ θέσει * * * ὅπερ τοῦ θέσει. ὅπερ ἀδύνατον εἶναι τὰ ὀνόματα δῆλον ἔκ τε τῆς ὁμωνυμίας καὶ τῆς μεταθέσεως τῶν κυρίων ὀνομάτων καὶ ἐκ τῆς πολυωνυμίας καὶ ἐκ τῶν διαλέκτων καὶ ἐκ τῶν ἐκ γενετῆς κωφῶν. εἰ γὰρ ἦν φύσει τὰ ὀνόματα, οὐκ ἔδει τὰ κύρια ὀνόματα μετατίθεσθαι, οἷον οὐκ ἔδει τὸν Πάριν μετακληθῆναι Ἀλέξανδρον ἢ τὸν Πύρρον Νεοπτόλεμον ἢ τὸν Ἀριστοκλέα Πλάτωνα· πάλαι γὰρ ὁ Πλάτων Ἀριστοκλῆς ὠνομάζετο. ἀλλὰ μὴν οὐδὲ πολυώνυμον τὸ δέον ἦν εἶναι, οἷον μάχαιρα σπάθη ξίφος ἄορ ἐπὶ ἑνὸς κεῖνται πράγμχτος. τί δὲ θέλουσι καὶ τὰ ὁμώνυμα εἶναι φύσει τῶν ὀνομάτων κειμένων; <καὶ> διάλεκτοι δὲ δηλοῦσι μὴ ὄντα φύσει τὰ ὀνόματα· τὸ γὰρ αὐτὸ πρᾶγμα ἄλλως καὶ ἄλλως ὀνομαζόμενον ἴσμεν παρὰ τὴν ἰδιότητα τῶν διαλέκτων· ῾ἄλλη [*](2 ὡς περὶ scripsi : ὥσπερ P 4 σημαντικὴ φωνῆι P: fortasse <ᾖ> σημαντικὴ <ἡ> 8 ζητήσειε χτλ.] cf. Ammon. fol. 28v 9 ὁ] addendum δὲ 14 ὦπαν P 18 χείμενον scripsi, cf. v. 13: κινούμενον P lacimain indicavi; addendum est διττὸν δὲ καὶ τὸ θέσει, ἡ τὸ ἁρμοδίως κείμενον cf. Ammon. fol. 30v 19 ἢ τοῦ P 21 Διόδωρος] cf. Ammon. fol. 32r. Zeller Η. Ph. II 1 3 232 n. 1 26 lacunam indicavi; addendum est ἀλλὰ κατὰ τὸ βݲ τοῦ φύσει, cf. Ammon. fol. 31r 31 Ἀριστοκλέα scripsi, cf. v. 32, Ammon. fol. 17v Boëthius II 56,2: Ἀριστοτέλεα P 33 κεῖνται πράγματος scripsi: ο ὀνόματος P 34 καὶ addidi 36 ὀνομάζομεν ex ὀνομάζομεν corr. P1)
p. 16a31 Οὐδὲ γὰρ λόγος οὐδὲ ἀπόφασίς ἐστι. φησὶν ὅτι οὐχ ἔσ οὐδὲ ἀπόφασις οὐδὲ λόγος τὸ οὐκ ἄνθρωπος. καὶ λόγος μὲν οὐκ ἔστιν, ἐπειδὴ τὸ ἐλάχιστον ὁ λόγος ἀπὸ δύο λέξεων σύγκειται. ἀλλὰ μὴν οὐδὲ ἀπόφασις, ἐπειδὴ πᾶσα ἀπόφασις ἢ κατάφασις πάντως ἢ ἀλήθειαν σημαίνει ἢ ψεῦδος· τοῦτο δὲ οὐδὲν τούτων σημαίνει. ἐν οἷς ἡ πρᾶξις.
Πρᾶξις σὺν θεῷ γ.
p. 16a33 Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος.
Εἴωθεν ζητεῖσθαι τοῖς ἐξηγηταῖς ἐνταῦθα περὶ τῶν καλουμένων παρὰ τοῖς γραμματικοῖς πτώσεων, πότερον δ εἰσὶν ἢ πέντε· καὶ οἱ μὲν ἀπὸ ἵης Στοᾶς καὶ πάντες σχεδὸν οἱ μετιόντες τὴν γραμματικὴν τέχνην εݲ εἶναι τὰς πτώσεις, καὶ ἄρα καὶ τὴν καλουμένην εὐθεῖαν πτῶσιν ὀνομάζουσιν. εἰ δέ τις αὐτοὺς ἔροιτο καὶ πῶς ἡ εὐθεῖα λέγεται πτῶσις, ἀποχρίνονται λέγοντες ὅτι εὐθεῖα μὲν διὰ τοῦτο, διότι τὸν λόγον εὐθὺν καὶ ὀρθὸν ἀποτελεῖ οἷον ῾ Σωχράτης βαδίζει’, πτῶσις δὲ διότι πέπτωκεν ἀπὸ τοῦ νοήματος. ὅπερ συμβέβηκεν ἐπὶ τοῦ γραφείου τοῦ πεπτωκότος ἀπὸ τῆς χειρὸς καὶ σταθέντος ὀρθῶς· καὶ γὰρ πεπτωκέναι λέγεται καὶ ὀρθῶς ἵστασθαι. ἀλλὰ πρὸς τοῦτο λέγουσιν οἱ ἐκ τοῦ Περιπάτου ὅτι ’τούτῳ τῷ λόγῳ οὐ μόνον τὰ ὀνόματα πεπτώκασιν ἐκ τοῦ ἀπλῶς νοήματος, ἀλλὰ καὶ τὰ ῥήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου· ἔσονται οὖν πάντα τὰ μέρη τοῦ λόγου πτώσεις, ὅπερ καὶ γελοῖόν ἐστιν καὶ ταῖς ὑμετέραις μαχόμενον ὑποθέσεσιν’. [*](1 ὁ ποιητής] 11. Β 804 γενητῆς ex γενητοῖς corr. P 2 lacunam indicavi, addendum est ἔδει γὰρ καὶ τοῖς ἐκ γενετῆς κωφοῖς, ὡς ἔχουσι cf. v. 4 4 γενητῆς P 4. 5 ἔδει—ῥήματα delevi 6 δεύτερον σήμαινόν P 8 τεθήκασιν constanter scripsit P 11 κάμηλον καὶ μὴ addidi 20 ὅσα] ἄλλα add. p. 12,8 cf. de Interpr. cod. C. Bekk 22 εἴωθεν] cf. Aramon. fol. 35 v 26 αὐτοὺς scripsi : αὑτοῖς P 28. 29 νοήματος Ammonius: ὀνόματος P 29 ἐπὶ Diels: ἀπὸ P γραφίου P 32 νοήματος scripsi : ὀνόματος P)
p. 16a33 Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα ἄλλα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος. πτώσεις καλοῦσιν οἱ φιλόσοφοι πάσας τὰς παραγωγὰς καὶ τοὺς σχηματισμοὺς καὶ τοὺς συσχηματισμοὐς, καὶ οὐ μόνον. τὰς παραγωγὰς <τὰς< γραμματικοῖς καλουμένας πλαγίους· τὸ γὰρ δίκαιον καὶ τὸ δικαίως καὶ τὸ δικαιότατον καὶ τὸ δικαιότερον καὶ τὸ δίκαιος] καὶ πάντα τὰ τοιαῦτα παρὰ φιλοσόφοις πτώσεις εἰσίν.
p. 16b1 Λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ ταὐτά. τοῦτο εἴληπται αὐτῷ ἀπὸ Ἀττικῆς συνηθείας. ἔθος γὰρ ἦν παρὰ αὐτοῖς, ἡνίκα εἰσέφερέν τις ψήφισμα περιέχον τινὰ <τῶν< ἐν τῷ 7. ψηφίσματι, λέγειν ἐν τῷ βݲ ψηφίσματι ‘τὰ μὲν ἄλλα τὰ αὐτά, προστίθημι δὲ δεῖν στεφανοῦν ἐν θεάτρῳ τὸν Δημοσθένην’, εἰ ἔτυχεν αὐτὸν ὑπὲρ Δημοσθένους εἰσαγα- γεῖν | ψήφισμα. τοῦτο δὲ ἐποίουν διὰ τὸ λέγειν αὐτοὺς ἐπὶ μεμετρημένῳ [*](f.43v) ὕδατι καὶ ῥέοντι. οὕτως οὖν καὶ ἐνταῦθα Ἀριστοτέλης ἐποίησεν εἰπὼν ᾿ ὁ μὲν λόγος τῆς πτώσεως ἤτοι ὁρισμὸς κατὰ μὲν τὰ ἄλλα τὰ αὐτὰ ἔχει· δεῖ δὲ προσθεῖναι ὅτι συνταττόμεναι αἱ πτώσεις μετὰ τοῦ ἦν ἢ έστιν ἢ ἔσται οὔτε ἀληθεύουσιν οὔτε ψεύσονται’. ταῦτα ἔχει ἡ πρᾶξις.
Πρᾶξις σὺν θεῷ δ. Περὶ ῥήματος.
p. 16b6 Ῥῆμα δέ τὸ προσσημαῖνον χρόνον, οὗ μέρος ούδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον.
’H μὲν ἔννοια τοῦ ὁρισμοῦ τοῦ ῥήματος παραπλήσιον ἔχει τῇ ἐννοίᾳ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἔστιν γὰρ τοῦ ῥήματος ὁ ὁρισμὸς τοιοῦτος 'φωνὴ σημαντικὴ κατὰ συνθήκην, χρόνον προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα. αύτος δὲ ἅτε συντομίας ὢν ἐραστὴς τὰ μὲν κοινὰ παρείασεν, ὅσα ὑπῆρχεν τῷ ὀνόματι καὶ τῷ ῥήματι καὶ μόνον ἐκεῖνο προσέθηκεν καθ’ ὃ διαφέρει τὸ ὄνομα τοῦ ῥήματος, τοῦτ’ ἔστι τὸ προσσημαῖνον χρόνον· τί δέ έστι [*](2 λόγος λόγου scripsi : λόγου P 8 τῶι δέ P 11 τὰς addidi 12 καὶ· τὸ δίχαιος delevi 14. 15 τοῦτο εἴληπται] cf. Ammon. fol.38v 15 αὐτῷ scripsi : αὐτοῦ P 16 τῶν addidi 17 τὰ αὐτὰ] fort, κατὰ τὰ αὐτά 18 θετατρῶι P 18. 19 εἰσαγαγεῖν scripsi: εἰσάγαγε P 31 φύσιν scripsi cf. p. 8,12 11,31.86: φωνὴν P 32 συντομίας Ammonius f. 39r: φιλοσύντομος glossemate inlato P 33 καθ’ ὁ scripsi: καθ’ ἅ Ρ)
p. 16b7 Καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον. τὸ ἀεὶ καλῶς προσέθηκεν, διότι λέγεται μὲν κατά τινος καὶ τὸ ὄνομα, ἀλλ’ οὐκ ἀεί, οἷον Σωκράτης δίκαιος· ἐνταῦθα λέγεται μὲν κατά τινος οἷον τοῦ Σωκράτους, οὐκ ἀεὶ δέ, ἀλλ’ ἔστιν ὅτε καὶ ἕτερον αὐτοῦ κατηγορεῖται, ὥσπερ λέγομεν τὸ δίκαιον ὠφέλιμον. τί οὖν; οὐχ ὑπόκειταί ποτε τὸ ῥῆμα έν τῷ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι, τὸ ὑγιαίνειν διακεῖσθαί ἐστι, τὸ βαδίζειν κινεῖσθαί ἐστι; λέγομεν οὖν ὅτι ἐνταῦθα τὸ ῥῆμα ἀντὶ ὀνόματος κεῖται. τὰ γὰρ ῥήματα καὶ φύσιν ἰδικὴν ἔχουσιν καὶ σημαντικά τινῶν εἰσιν· σημαντικὰ μὲν ἐνεργείας καὶ | πάθους, ὡς εἴρηται, ἰδικὴν δὲ φύσιν ἔχουσιν φέρε [*](f.45r) εἰπεῖν, ὅτι τοιόνδε μέρος λόγου εἰσίν. ἐν τῷ γὰρ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι τὸ τύπτω ὄνομά ἐστιν αὐτῆς τῆς φύσεως τοῦ τύπω ῥήματος· ἐν δὲ τῷ εἰπεῖν ὅτι σύμβολόν ἐστι, δῆλον ὅτι ἐνεργειῶν ἢ παθῶν ἐστι σύμβολον.
p 16b10 Καὶ ἀεὶ τῶν ὑπαρχόντων σημεῖόν ἐστι. τοῦτο οὐκ ἀληθές· ὑπάρχουσι γὰρ καὶ οὐσίαι. ἀμέλει γοῦν καὶ ἔν τισι τῶν ἀντιγράφων τῶν καθ’ ἑτέρου λεγομένων ἔχει, ὅπερ ἐστὶ βέλτιον. ὑπάρχουσι μὲν γὰρ καὶ οὐσίαι· τῶν δὲ οὐσιῶν οὐκ εἰσὶ σημαντικὰ τὰ ῥήματα.
p. 16b21 Ἀλλ’ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει. ἐλλιπῶς αὐτῷ πέφρασται καὶ ἐνταῦθα καὶ ἐφεξῆς εὐθύς. ἔδει γὰρ οὕτως εἰπεῖν ᾿ ἀλλ’ εἰ ἔστιν ἀληθὲς ἢ μή, οὔπω δῆλον’· τοῦτ’ ἔστι κατάφασιν καὶ ἀπόφασιν οὐ ποιοῦσι. σημαίνουσι μὲν γάρ τι πάντως, οἷον ἐνέργειαν ἢ πάθος, ἀλλὰ κατάφασιν ἢ ἀπόφασιν οὐ ποιοῦσιν, ἐν αἷς θεωρεῖται τὸ ἀληθὲς ἢ τὸ ψεῦδος.
p. 16b24 Αὐτὸ μὲν γὰρ οὐδέν ἐστι, προσσημαίνει δὲ σύν.θεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐδὲν ἔστι νοῆσαι. ἰδοὺ καὶ ἐν- [*](5 προσσημαίνουσα scripsi : σημαίνουσα P φύσιν φύσιν scripsi : φησὶν P 6 λέγομεν κτλ.] Ammon. fol. 43v 8 χρόνον addidi αὖ καὶ scripsi : αὗται P πτώσεις scripsi, cf. V. 14 Ammon. fol. 43v: προτάσεις P 20 ὠφέλιμον P 26 ῥήματος ῥῆμα P 33 ἐλλιπῶς corr. Ρ2 : ἀλλεἰπως P1 39 οὐδὲν] οὐκ Aristoteles)
<ρᾶξις εݲ>. Περὶ λόγου.
p. 16b26 Λόγος ἐστὶ φωνὴ σημαντικὴ 〈κατὰ συνθήκην〉 ἧς μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον ἑς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις.
Tὴν μὲν αἰτίαν τῆς τάξεως, δι’ ἣν ἐν μὲν τῷ προοιμίφ ἀπὸ τῶν χειρόνων ἤγουν τῶν μερικωτέρων τὴν ἀπαρίθμησιν ἐποιήσατο καὶ κατήντησεν εἰς τὸν λόγον καὶ νῦν ἄρχεται ἀπὸ τοῦ λόγου, ἤδη φθάσαντες ἀποδεδώκαμεν. ἄρχεται δὲ νῦν ἀπὸ τοὐ λόγου διαλέγεσθαι, διότι ἐν τῷ ὁρισμῷ τῆς ἀπουφάνσεως ἑξῆς [μὲν] μέμνηται τοῦ λόγου. ὁρίζεται δὲ τὸν τοῦτον τὸν τρόπον· λόγος ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς τῶν μερῶν τι κεχωρισμένον σημαντικόν τινός ἐστιν ὡς φάσις, I ἀλλ’ οὐχ ὡς κατάφασις. καὶ περὶ μὲν τῆς φωνῆς ἤδη [*](f.45v) ἱκανῶς διείληπται, πῶς ἐνταῦθα λέγεται φωνὴ ὁ λόγος· ἔτι δὲ καὶ σημαντική. τὸ δὲ κατὰ συνθήκην αὐτὸς ἐξηγήσεται. τῆς δὲ φωνῆς μέρος τι κεχωρισμένον σημαντικόν ἐστιν ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις· καὶ τοῦτο δῆλον, οἷον Σωκράτης βαδίζει. τὸ γὰρ βαδίζει καὶ τὸ Σωκράτης μέρος ὂν τοῦ λόγου κεχωρισένως σημαίνει φάσιν. ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων οὐδὲν ἐγένετο τούτων· οὐδενὸς γὰρ ἦσαν σημαντικὰ κεχωρισμένα. ἀλλ’ ἐπεὶ προσέθηκεν ἑς φάσις ἀλλ’ οὐχ ὡς χατάφασις, ζητήσειέν τις οὐκ ἀπεικότως περὶ τῶν συνθέτων λόγων, οἷον 'Σωκράτης βαδίζει’ καὶ ’Πλατῶν διαλέγεται’, καὶ ᾿ εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἡμέρα ἐστίν᾿, πῶς τὰ μέρη τούτων οὐ σημαίνουσι καταφάσεις. λέγομεν συντόμως πρὸς τοῦτο ὅτι ἀπλοῦν ὡρίσατο λόγον. τὸ δὲ κατὰ συνθήκην, ὡς εἶπον, αὐτὸς ἐξηγούμενος [καὶ] σαφηνίζει συλλογισμόν τινα διελέγχων οὕτως ὁ λόγος, φασίν, ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως <φύσει πᾶν ὄργανον φυσικῆς δυνάμεως〉 καὶ αὐτὸ φύσει· ὁ λόγος ἄρα φύσει. δεχόμεθα τοίνυν τὴν μείζονα πρότασιν, ὅτι πᾶν ὄργανον φυσικῆς δυνάμεως πάντως καὶ φύσει, ὥσπερ ὁ ὀφθαλμὸς τῆς ὁρατικῆς δυνάμεως καὶ τὸ οὖς τῆς ἀκουστικῆς καὶ ἡ ῥὶς τῆς ἀσφραντιχῆς καὶ ἡ χεὶρ τῆς ἀντιληπτικῆς. [*](2 συδημαίνει P τὸ γὰρ] fort. ἐν τῷ γὰρ 3 lacunam indicavi: addendum οὖν συμπλεκόμενον προσσημαίνει σύνθεσιν 4 ἀληθῆ ex ἀληθὲς corr. P2 6 κατὰ συνθήκην addidi, cf. v. 14.27sqq. 9 τὴν μὲν αἰτίαν κτλ.] cf. Ammon. fol. 47v 13 ἀποφάνσεως σεως scripsi: ἀποφάσεως P ἑξῆς scripsi : εφ ῆι P μὲν delevi 21 ὃν ὄντος P 24 ζητήσειέν τις] cf. Ammon. fol. 48r 27 ὁρίσαιο P 28 κα delevi 29. 30 φύσει — δυνάμεως addidi, cf. v. 31 Araiuou. ful. 50v)
Ἐπεὶ οὗτος ὁ ὁρισμὸς ἁρμόζει ἐπὶ παντὸς λόγου, οἷον ἐπὶ τῶν εݲ τοῦ λόγου ἐκεῖ γὰρ καὶ φωνή ἐστι καὶ σημαντικὴ καὶ τὸ μέρος κεχωρισμένον σημαντικόν τινός ἐστιν), ἀντιδιαστέλλει τὸν ἀποφαντικὸν λόγον ἐκ τῶν λόγων, περὶ οὗ νῦν ὁ λόγος, λέγων ὅτι ’ἀποφαντικὸς λόγος ἐστὶν ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαί ἐστιν‘· οἷον ‘Σωκράτης βαδίζει’ πάντως ἢ ἀλήθειά ἐστιν ἢ ψεῦδος. ἐπὶ δὲ τῶν ἄλλων τῶν εἰρημένων τοῦτο οὐχ ὑπάρχει· οὔτε γὰρ ἀλήθειαν οὕτε ψεῦδος σημαίνουσιν. ὅθεν καί τινες ὑπονοήσαντες τοῦτον τὸν λόγον ὁρισμὸν εἶναι ἀποφαντικοῦ λόγου γένος φασὶν εἶναι τὴν ἀπόφανσιν τῆς ἀποφάσεως καὶ καταφάσεως· οὐ γὰρ ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο, ἐπειδὴ παρακατιὼν φαίνεται ὁ Ἀριστοτέλης καὶ ἐκ τῶν ὑφ’ αὑτὴν τὴν ἀντίφασιν ὁριζόμενος, φημὶ δὴ ἐκ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως. ἔτι δὲ καὶ τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου ποιούμενος λέγει τὸν μὲν εἶναι πρῶτον, τὸν δὲ δεύτερον. <ὧν> καὶ δραξάμενος εἶπεν ἀδύνατον τὴν ἀπόφανσιν γένος εἶναι καταφάσεως καὶ ἀποφάσεως. πρῶτον μὲν ἐνταῦθα δῆλον ὅτι οὐκ ἔστιν γένος, δίοτι ὑπογραφὴν ἀποδέδωκεν καὶ οὐκέτι ὁρισμόν. ἐν γὰρ τῷ ὁρισμῷ ἀδύνατόν ἐστι μερικώτερόν τι τοῦ ὁριστοῦ ἐγκεῖσθαι. ἀλλὰ πάντως ἢ καθολικώτερα θέλουσιν ἐγκεῖσθαι ἢ διὰ πολλὴν ἀπορίαν ἀπεξισάζοντα· καθολικώτερα μὲν ὡς ἐν τῷ ὁρισμῷ τοῦ 〈ἀνθρώπου〉 ‘ ἄνθρωπος ζῷον I λογικὸν θνητόν’ (ταῦτα γὰρ τὰ τρία καθολικώτερά εἰσιν [*](f.46v) τοῦ ἀνθρώπου ὡς μὴ μόνον ἐπ’ αὐτοῦ ἁρμόζοντα, ἀλλὰ καὶ ἐπὶ ἄλλων), ἰσάζοντα δὲ ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν καὶ γελαστικόν. ταῦτα γὰρ ἰσάζουσι, διότι ἀντιστρέφουσι· εἴτε γὰρ γελαστικὸν ζῷον, τοῦτο ἄνθρωπος, [*](4 καὶ ἄλλος P lacunam indicavi: addendum, ut videtur, καὶ ὄργανον καὶ ἀποτέλεσμα εἰπεῖν 8 ἀποτέλεσμα iteravi 15 τὸ addidi 22 ὅθεν καί τινες κτλ.] cf. fol. 53vsq. 24. 25 ὑφ’ αὑτὴν scripsi, cf. p. 18,34 20,25: ὑφ’ αὐτὰ Ρ 25 ante ἐπειδὴ quaedam videntur excidisse 26 ὑφ᾿ αὑτὴν scripsi: ὑφ’ αὑτῶν P immo ἀπόφανσίν, cf. p. 18,28. 20,25 28 ὧν add. Diels Ἀλέξανδρος] cf. Ammon. fol. 54v 33 ἀνθρώπου addidi 35 ἐπ’ αὐτοῦ scripsi: ἐφ’ ἑαυτοῦ P)
Ποιεῖται δὲ μετὰ ταῦτα τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου καὶ τὴν ἐπιδιαίρεσιν οὕτως, ὅτι τῶν ἀποφαντικῶν λόγων οἱ μὲν φύσει τὴν ἑνότητα ἔχουσιν, οἱ δὲ ἐπικτήτως· ἢ μᾶλλον καὶ πρώτην καὶ ἁπλουστάτην ἔχουσιν τὴν ἑνότητα ἢ δευτέρως. καὶ ἁπλὴν μὲν ἔχει τὴν ἑνότητα ‘Σωκράτης βαδίζει’, ταὐτὸν δὲ εἰπεῖν ἡ κατάφασις· ἡ δὲ ἀπόφασις κατὰ δευτέραν τάξιν· τῶν δὲ ἐπίκτητον ἐχόντων τὴν ἑνότητα οἱ μὲν συναπτικῷ συνδέσμῳ, οἱ δὲ διαζευκτικῷ 5 οἱ δὲ συμπλεκτικῷ, οἱ δὲ ἐρωτηματικῷ, <ἢ> τούτοις· συμπλεκτικῷ μὲν ὡς τὸ ‘Σωκράτης περιπατεῖ καὶ Πλατῶν διαλέγεται’ συναπτικῷ δὲ οἷον ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν’, διαζευκτικῷ [*](3 πρὸς scripsi: παρὰ P κοίνων (sic) P 5. 6 ἀντιδιῃρημένα τῶν γὰρ addidi 12 γλῶσσαν scripsi: γλώσσα P 13 ἀπόφασιν scripsi: ἀπόφανσιν P 14 ἡ] ἡ P 15 ὡς scripsi: εἰς P 17 ὅστις scripsi: ὥς τις P 20 ὑγίας P 22 μέμψις Diels: μέμψιν P ἀντὶ scripsi: εἰ ἐκ P 23 ὑπειληφόσιν Diels: ὑπειλήφασιν P οὗτος scripsi: οὕτως P 25 Πορφύριος] cf. Brandis Schol. in Arist. p. 2b6sqq. 26 ὃν addidi 27 ἐν αὐτῷ addidi τὸ πρότερον] τὸ ᾱ P 30. 32. 34 ἐνώτητα P 35 ἣ addidi)
p. 16b26 Λόγος δέ ἑστι φωνὴ σημαντική, | ἧς τῶν μερῶν τι σημαντικόν [*](f.47v) ἐστι κεχωρισμένον. καλῶς εἶπεν τὸ τὶ· οὐ γὰρ πάντα τὰ μέρη τοῦ λόγου σημαντικά εἰσιν ὡς φάσις, εἰ μὴ τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα. μέρη γὰρ κοινότερον εἰπεῖν καὶ οἱ σύνδεσμοι καὶ αἱ ἁρνήσεις λέγονται τοῦ λόγου, ἀλλὰ καθ’ αὑτὰ οὐ σημαίνουσι φάσεις· κοινότερον δὲ εἴπομεν, ἐπειδὴ ἀνωτέρω εἴρηται ὅτι οὔκ εἰσιν κυρίως μέρη. p. 16b28 Οἷον ἄνθρωπος δημαίνει τι, ἀλλ’ οὐχ ὅτι ἔστιν ἤ οὐχ ἔστιν. καὶ ἐνταῦθα πάλιν ἐλλειπῶς κέχρηται τῇ φράσει· ἔδει γὰρ αὐτὸν εἰπεῖν ἀλήθειαν ἢ ψεῦδος· ἔστιν μὲν γάρ, ἀλλ’ οὕπω δηλοῖ εἴτε ἀληθὲς ἢ ψεῦδος.
p. 17a1 Ἔστιν δὲ λόγος ἅπας μὲν δημαντικός, οὐχ ὡς ὄργανον δέ. ἐνταῦθα πρὸς τὴν ἀναίρεσιν ἐνίσταται τοῦ συλλογισμοῦ τοῦ κατὰ τὴν θεωρίαν ἡμῖν σαφηνισθέντος, τοῦ πειραθέντος δεῖξαι ὅτι ὁ λόγος φύσει ἐστί. καὶ πρὸς τοῦτο οὐ πάντα τὸν συλλογισμὸν προβαλλόμενος τὴν πρώτην αὐτοῦ πρότασιν διελέγχει ὡς οὖσαν ψευδῆ, ἥτις ἦν λέγουσα ὅτι ὁ λόγος ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως φύσει οὔσης. λέγει τοίνυν ὅτι οὐκ έστιν ὄργανον.
p. 17a2 Ἀποφαντικὸς δὲ πᾶς, πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἤ ψεύδεσθαι ὑπάρχει. εἴτε τοῦτον ὑπολάβοι τις ὁρισμόν, εἴτε ὃν παρακατιὼν παραδίδωσιν, οὐκ ἔστιν ὁρισμός· ἀδύνατον γὰρ ἐν ὁρισμῷ διαζευκτικὸν σύνδεσμον εἶναι, ἀλλ’ εἰ ἔστιν διαζευκτικός, πάντως ὑπογραφὴ γίνεται. οὕτως τοίνον καὶ ἐνταῦθα, εἰ εἶπεν ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει, οὐκ ἔστιν ὁρισμός. κατάφασιν δὲ δῆλον ὅτι εἷπεν καὶ τὴν ἀπόφασιν· φασιν· πῶς γὰρ ἐνδέχεται τὴν αὐτὴν κατάφασιν ἀριθμῷ μίαν οὖσαν [καὶ] ἀληθῆ εἶναι ἢ ψευδῆ; ὥστε καὶ ἐνταῦθα ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο τὴν ἀπόφανσιν, καὶ ἔχομεν καὶ ἐκ τούτου ὅτι ὑπογραφή ἐστιν ὁ ἀποδοθεὶς λόγος ἀλλ’ οὐχ ὁρισμός.
p. 17a5 Οἰ μὲν οὗν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἤ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις. ποιητικὴν δὲ λέγει τὴν γραμματικήν. ῥήτορες δὲ καὶ γραμματικοὶ ἐπεὶ τῶν ἄλλων μερῶν τοῦ λόγου φροντίδα τίθενται, [*](21 πειραθέντος scripsi : πειραθὲν P 22 τοῦτο οὐ scripsi: τοῦ P προβαλλόμενος scripsi: προβαλλόμενοι P 23 ἥτις scripsi: ἥ τι P 26 τὸ scripsi: τῶι P 27 ὃν scripsi: ὃν P 28 ὁρισμός scripsi: ὁρισμοῦ P; fort, addendum est οὐδέτερος 29 γίνεται] incertum compendium γχ exliibet P 32 καὶ delevi 33 ὁρίσατ P 36 ἀφίσθωσιν P)
p. 17a8 Ἔστιν δὲ εἷς πρῶτος λόγος ἀποφαντικός. ἐντεῦθεν κατὰ τὴν θεωρίαν τὴν ἡμῖν ῥηθεῖσαν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου προβάλλεται.
p. 17a11 Καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἤ ἔσται ἢ ἦν ἤ τι τοιοῦτον προστεθῇ, οὔπω λόγος ἀποφαντικός. εἰ μέμνησθε, κατ’ ἀρχὰς ἐλέχθη ὅτι εݲ εἰσὶν εἴδη τοὐ ἁπλοῦ λόγου, εὐκτικός, κλητικός, ἐρωτηματικός, προστακτικός. οὐδαμοῦ οὖν τοῦ ὁριστικοῦ λόγου μνείαν ἐποιησάμεθα. ζητήσωμεν οὖν, ὑπὸ ποῖον εἶδος τοῦ ἁπλοῦ λόγου ἀναφέρεται ὁ ὁριστικὸς λόγος. καὶ ὑπὸ μὲν τὸν ἀποφαντικὸν αὐτὸς εἶπεν ὅτι οὐκ ἀναφέρεται. εἰ δέ τις εἴποι ὅτι τὸ ἔστιν προσυπακούεται καὶ ὑπὸ τὸν ἀποφαντικὸν ἀνάγεται. λέγομεν ‘οὐκοῦν πᾶν σχεδὸν ὄνομα συνυπακουόμενον ἔχον τὸ ῥῆμα, καὶ τὸ ῥῆμα συνυπακουόμενον ἔχον τὸ ὄνομα ἢ τὴν ἀντωνυμίαν ἢ τὸ ἀπαρέμφατον λόγος ἐστίν.’ εἰ δὲ τοῦτο οὐκ ἀληθές, ἐκ τῶν εἰρημένων δῆλον ὅτι ἕτερον εἶδός ἐστιν τῶν λόγων ὁ καλούμενος ὁριστικὸς λόγος, καὶ ἔσονται οὐκέτι εἴδη τοῦ ἁπλοῦ λόγου ἀλλὰ ἕξ. εἰ γὰρ ἀποφαντικός, ὡς αὐτὸς λέγει, οὐκ ἔστι, πολὺ πρότερον οὐδὲ εὐκτικὸς οὐδὲ προστακτικὸς οὐδὲ ἄλλος λόγος.
p. 17a13 Δι’ ὅτι δὲ ἕν τί ἐστι ἀλλ’ οὐ πολλὰ τὸ ζῷον πεζὸν δίπουν — οὐ γὰρ δὴ τῷ δύνεγγυς εἰρῆσθαι εἶς ἔσται· ἔστι δὲ ἄλλης τοῦτο πραγματείας είπεῖν. λέγει γὰρ ἐν ἄλλοις, οἷον ἐν τῷσόμῳ <τῶν> Μετὰ τὰ φυσικά, ὅτι ἐπειδὴ τὸ ·σημαινόμενον ἕν ἐστι, ταῦτα δὲ συμπληροῦσι τὴν οὐσίαν τοῦ σημαινομένου πράγματος, διὰ τοῦτο εἷς λόγ.ος ἐστὶ καὶ οὐ πολλοὶ ὁ τοῦ ἀνθρώπου ὁρισμός. τί δὲ βούλεται αὐτῷ σημαίνειν [*](f. 48v) τὸ οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι; φαμὲν ὅτι σύνεγγυς εἶπεν ἀντὶ τοῦ χωρὶς συνδέσμου. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.
Πρᾶξις σὺν θεῷ ςݲ.
p. 17a15 Ἔστιν δὲ εἷς λόγος ἀποφαντικὸς ἤ ὁ ἕν δηλῶν ἢ δηλῶν ὁ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι.
Μετὰ τὴν διαίρεσιν τῶν ἀποφαντικῶν λόγων κατὰ τὸ πρότερον καὶ τὸ ·ὕστερον ἤγουν δεύτερον παραδίδωσιν καὶ τὴν ἐπιδιαίρεσιν κατὰ τὸ ἓν καὶ τὸ [*](4 εἰδέας P 11 μέμνησθε scripsi : μεμνῆσθαι P ἐλέχθη] cf. 16,16 12 προστακτικός scripsi: προστατικός P 15 τὸ scripsi : τοῦ P 24. 29 τὸ σύνεγγυς P 25 πραγματείας τοῦτο notis superscriptis transfert Ρ1 τῶν addidi ἐν τῷ ἑβδόμῳ τῶν Μετὰ τὰ φυσικά] Metaph. Z 12 28 αὐτῷ Diels: αὐτὸ P 31 ς scripsi: ζ P 32 εἶς corr. Ρ2 : εἴ Ρ1 35 κατὰ τὸ ἓν Ammon. fol. 58r : καὶ τὸ ἓν P)
|p. 17a25 Κατάφασις δέ ἐστι λόγος ἀποφαντικός τινος κατά τινος, ἀπόφασις δέ ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος.] συνάπτει δὲ τοῖς εἰρημένοις καὶ τὴν τρίτην διαίρεσιν κατὰ τὸ ἁπλοῦν οὖσαν καὶ τὸ σύνθετον λέγων ὅτι ἁπλῆ μὲν ἀπόφανσίς ἐστι κατάφασις ἢ ἀπόφασις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει’, σύνθετος δὲ ἀπόφανσις ἡ ἐκ δύο [ὃς] καταφάσεων συγκειμένη ἢ ἐκ δύο ἀποφάσεων ἢ μιᾶς μὲν καταφάσεως [*](1 τὸ addidi 4 αὕτη δὲ scripsi: ἐκείνη δὲ P 6 οὐ addidi ταῦτα scripsi: ταὐτὸν P 7.8 ἡ—συγκειμένη scripsi: ἠ—συγκείμενον P 11 εἰ addidi 14 δύο] ἀποδὐ P 15. 16 λέγονται πολλοὶ notis appositis transfert P 16 lacunam indicavi: fort, addendum est λέγει δὲ ὅτι εἶς λόγος ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἴς, ταύτην προστιθεὶς 17 ἓν καθ’ ἑνὸς κατηγορεῖ scripsi, cf. v. 23 p. 21,36 Ammon. fol. 59v: ἑνὸς κατηγορεῖται P καταφατικῶς ἢ ἀποφατικῶς scripsi: καταφατικὸς ἢ ἀποφατικός P 18 ἀποφατικῶς scripsi: ἀποφατικὸς P 23 κατηγορεῖ λόγος scripsi: κατηγορεῖν λέγοι P 26. 27 ὑπάρχει ubique P 28 ἀπεδώκαμεν] cf. p. 18,28 sqq. 29 Κατάφασις δέ ἐστι κιλ.] lemma errore huc inlatum; quae sequuntur ad Arist. de Interpr. p. 17a20sqq. pertinent 34 ὃς delevi)
p. 17a15 Ἔστι δὲ εἶς λόγος ἀποφαντικὸς ἤ ὁ ἕν δηλῶν ἤ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἕν. ἄξιον δέ ἐστι ζητῆσαι διὰ τί προσέθηκεν καὶ μὴ ἕν, καὶ μὴ εἶπεν ‘πολλοὶ δέ εἰσιν οἱ πολλὰ σημαίνοντες’ καὶ ἠρκέσθη τούτοις. καὶ λέγομεν πρὸς τοῦτο ὅτι ἡ καθόλου ἀπόφασις καὶ πολλὰ σημαίνει καὶ ἕν· ὁμοίως καὶ ἡ καθόλου κατάφασις. οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ’ καὶ πάντας τοὺς καθ’ ἕκαστα σημαίνει ἀνθρώπους καὶ μίαν ἑνικὴν φύσιν σημαίνει τὴν ἀνθρωπίνην. οὕτως ἔχει καὶ ἡ ἔχουσα καθόλου ἀπόφασις ‘οὐσεὶς ἄνθρωπος ἵπταται. εἰ τοίνυν εἶπεν οὕτως ὅτι ‘πολλοὶ δὲ λόγοι εἰσὶν οἱ πολλὰ σημαίνοντες’, συμπεριελάμβανεν ἂν καὶ τὴν τοιαύτην πρότασιν.
p. 17a16 Ἢ ὁ συνδέσμῳ εἷς· λέγει Ἰάμβλιχος ὅτι ἄνω τὸ ‘συνδέσμῳ εἶς’ ἐπὶ συμπλεκτικῶν συνδέσμων εἶπεν, τοὺς μὴ σημαίνοντας σχέσιν δύο πραγματων ἢ πολλῶν, ὡς τὸ ‘Σωκράτης βαδίζει καὶ Πλατῶν διαλέγεται’, ἐνταῦθα δὲ συνδέσμῳ εἷς εἶπεν αἰνιττόμενος τὰς ὑποθετικὰς προτάσεις, οἷον ‘εἰ ὁ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν.’ οὐκ ἔστιν δὲ τοῦτο ἀληθές· οὐδὲ γὰρ ἔχει δεῖξαι ὅτι ἐπὶ τῆς ἐννοίας ταύτης τέθεικεν ὁ φιλόσοφος τὸ ἢ συνδέσμῳ εἷς. ἀλλ’ ὥσπερ εἶπον, οὐδὲν ἀδύνατον ἓν τῶν σκελῶν τῆς διαιρέσεως ἐν τῷ ἑτέρῳ θεωρεῖσθαι. αὐτὸς γὰρ παρακατιὼν λέγει εὐθὺς ὅτι ἁπλῆ ἀπόφανσίς ἐστιν ἡ ἓν καθ’ ἑνὸς κατηγοροῦσα, σύνθετος δὲ ἡ ἐκ τούτων συγκειμένη· ὡσαυτως δὲ καὶ ἐπὶ τῶν | ἀποφάσεων. ὥστε ἐν τοῖς τρισὶ σκέλεσιν ἐξ ἀνάγκης [*](f. 50r) τὸ αὐτὸ εἶπεν κατὰ τὸν Ἀμμώνιον. ἐν οἷς ἡ πρᾶξις.
[*](2 συνδέσμῳ εἴς] haec riirsus ad p. 17a16 spectant; cf. v. 33 sq. 5 ἐπὶ τοῦ ποσοῦ] cf. Categ. p. 4 b 20 sqq. εἴπομεν — ἐκεῖ de Stephano Categoriarum interprete cf. H. Usener De Stephano Alexandrino p. 7 12 ὅτι superscr. P τὸ scripsi: τι P 19 ἄξιον δὲ] cf. Ammon. fol. 60r 28 τὸ scripsi: τῶι P 34 εἶπον scripsi: εἶπεν P 38 κατὰ τὸν Ἀμμώνιον] fol. 63v sq.)Πρᾶξις σὺν θεῷ ζ΄.
p. 17a26 Ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον καὶ τὰ ἑξῆς.
Ἀποδέωκεν τί ἐστιν ὁ καθόλου λόγος, ἔτι δὲ καὶ τί ἐστιν ἀπόφανσις, πρὸς τούτοις δὲ τί ἐστι κατάφασίς τε καὶ ἀπόφασις. ἐντεῦθεν ἄρχεται διδάσκειν καὶ περὶ τῆς καλουμένης ἀντιφάσεως καὶ προσδιορίζεται τί ἐστιν ἀντίφασις καὶ ποῖα τὰ συντρέχοντα εἰς τὸ δεῖν γενέσθαι ἀντίφασιν. πρὸς δὲ τὴν εὕρεσιν ταύτης προλαμβάνει τι λημμάτιον. ἔστι δὲ τοῦτο τὸ λημμάτιον ὅτι πάσῃ καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει ἀντίκειται πάλιν κατάφασις· δῆλον δὲ τοῦτο ὅτι ἡ ψευδομένη τῇ ἀληθευούσῃ. ἐπειδὴ γὰρ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιός ἐστιν’ (τοῦτο γὰρ παρὰ πᾶσιν ὁμολογούμενον καθέστηκεν ὅτι Σωκράτης ἐστιν), καὶ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιος οὐκ ἔστιν’ (ὑπάρχοντος * * * τοῦτο ὑπάρχον ὡς μὴ ὂν βουλόμενός φημι ὅτι Σωκράτης δίκαιος οὐκ ἔστιν), ἔτι δὲ καὶ τὸ μὴ ὑπάρχον 〈ὡς μὴ ὑπάρχον〉, οἷον ‘Σωκράτης ἄδικος οὐκ ἔστι καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον, οἷον ’Σωκράτης ἄδικός ἐστιν’, ἐξ ἀνάγκης τοίνυν ἀντίκειται ἡ ἀληθὴς ἀπόφασις, φημὶ δὴ ἡ λέγουσα ‘Σωκράτης ἄδικος οὐκ ἔστιν’ <τῇ ψευδεῖ καταφάσει τῇ ‘Σωκράτης ἄδικός ἐστιν ’〉, ἡ δὲ ἀληθὴς κατάφασις τῇ ψευδεῖ ἀποφάσει, λέγω δὴ ἡ λέγουσα ’Σωκράτης δίκαιός ἐστιν’ τῇ λεγούσῃ ‘Σωκράτης δίκαιος οὐκ ἔστιν’. ὅταν οὖν ἀντίκειται ἀληθὴς πρότασις ψευδεῖ προτάσει ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὅλης, τότε καλεῖται ἀντίφασις. καὶ ταῦτα μέν εἰσιν τὰ δέοντα συντρέχειν εἰς τὸ τὴν ἀντίφασιν γίνεσθαι. ἔστι τοίνυν ὁριζομένους τὴν ἀντίφασιν εἰπεῖν, ὅτι ἀντίφασίς ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου. | οἷον [*](f. 50v) ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν’· πάντως τούτων μὲν μία ἀληθὴς ἢ ψευδής. καὶ ἐπὶ παρῳχημένων δὲ οἷον ‘πᾶς ἄνθρωπος δίκαιος ἦν, οὐ πᾶς ἄνθρωπος δίκαιος ἦν’. ὡσαύτως καὶ ἐπὶ τοῦ μέλλοντος ῾πᾶς ἄνθρωπος δίκαιος ἔσται, πᾶς ἄνθρωπος δίκαιος οὐκ ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν, τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου, ὡς σὺν θεῷ μαθησόμεθα. δεῖ δὲ συντρέχειν εἰς τοῦτο καὶ τὸ αὐτὸ κατηγορούμενον καὶ τὸ αὐτὸ ὑποκείμενον· ἐὰν γάρ ἐστι τὸ αὐτὸ μὲν ὑποκείμενον, οὐκ ἔστι δὲ τὸ αὐτὸ κατηγορούμενον, οὐκέτι γίνεται ἀντίφασις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ διαλέγεται’· καὶ γὰρ ἐνδέχεται τὰς δύο προεἰς [*](8 scripsi : εἰ P; ceterum praestaret τὰ συντρέχειν δέοντα εἰς τὸ γενέσθαι cf. v. 24 12 ὑπάρχον (post ὡς) ex ὑπάρχων corr. P οἷον Σωκράτης κτη.] Ammon. fol. 66r 15 ὑπάρχοντος] addendum γὰρ τῷ Σωκράτει τοῦ δικαίου τοῦτο — βουλόμενος] res postulat τοῦτο ὡς μὴ ὑπάρχον ἀποφαίνεσθαι βουλόμενος 16 ὡς μὴ ὑπάρχον addidi 19 τῇ ψευδεῖ — ἄδικός ἐστιν addidi 20 τῇ ψευδεῖ scripsi: ἢ ψευδῆ P 25 μάχη κτλ.] cf. Ammon. fol. 65v)
p. 17a33 Καὶ ἄστω ἀντίφασις τοῦτο, κατάφασις καὶ ἀπόφασις. ζητοῦμεν διὰ τί λέγει τὰς ἀντικειμένας προτάσεις, οἷον ‘Σωκράτης βαδίζει, [*](2 οὐ τούτω P 7. 8 μὴ κατ’ ἄλλο καὶ ἄλλο κτλ.] cf. Ammon. fol. 68v sq. 18 ἀληθεύσουσιν scripsi : ἀληθεύουσιν P 21 Σωκράτη ex Σωκράτει corr. P 22 ὑγίαινεν utrobidue scripsi: ὑγιαίνει P: ὑγίανε Ammonius 25 δὲ delevi 26 σαλαμήνιος P 27 είπωι P 28 τινὰ δὲ μὴ βαδίσαι addidi 32 ἐν τοῖς — Σοφιστικοῖς ἐλέγχοις] c. 4 p. 165b24 166b21 35 μὴ delevi)
Ἀρχὴ σὺν θεῷ τοῦ β τμήματος. <Πρᾶξις>
p. 17a38 Ἐπειδή ἐστιν ἐστιν τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ καθ’ ἕκαστον· λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκεν κατηγορεῖσθαι καθ’ ἕκαστον δὲ ὃ μή, καὶ τὰ ἑξῆς.
Ἐντεῦθεν τῶν ἀγώνων ἀπάρχεται καὶ διαλέγεται τοίνυν περὶ προτάσεων τῶν συγκειμένων ἔκ τε τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου μόνον, οἷον ‘ἄνθρωπος βαδίξει, Σωκράτης βαδίζει’. ζητοῦμεν δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως τὰ τρία ταῦτα κεφάλαια· πρῶτον τί ἐστιν προσδιορισμός (κοινὸν γὰρ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῶν καὶ πόσοι εἰσὶν προσδιοριδμοί, δεύτερον τίς ἀριθμὸς τῶν προτάσεων τῶν ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνου συγκειμένων, καὶ πῶς ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις. ἀρξώμεθα τοῦ πρώτου. προσδιορισμὸς τοίνυν ἐστὶ πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον γορούμενον τοῦ ὑποκειμένου. οἷον ἐν τῷ εἰπεῖν ’πᾶς ἄνθρωπος βαδίζει’ δημαίνει μοι ὅτι πᾶσι τοῖς ὑπὸ τὸν ἄνθρωπον οὖσιν, οἷον Σωκράτει, Πλάτωνι Ἀλκιβιάδῃ καὶ τοῖς λοιποῖς ὑπάρχει τὸ βαδίζειν. ἐν τῷ πάλιν λέγειν ὅτι ‘τὶς ἄνθρωπος βαδίζει’ σημαίνει ὅτι τισὶν μὲν τῶν ἀνθρώπων ὑπάρχει τὸ βαδίζειν, τισὶν δὲ οὔ· ὡσαύτως καὶ ἐπὶ τοῦ ‘οὐδεὶς ἄνθρωπος, βαδίζει’ καὶ ‘οὐ πᾶς βαδίζει’. εἰσὶν δὲ προσδιορισμοὶ δ, δύο μὲν καθόλου, δύο δὲ μερικοί· καὶ τούτων <οἱ> μὲν καταφατικοὶ οἱ δὲ ἀποφατικοί. καθόλου οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ’, καθόλου δὲ ἀποφ·ατικὸς ‘οὐδεὶς ἄνθρωπος ἵπταται’· μερικοὶ δὲ πάλιν καταφατικὸς μὲν ‘τὶς ἄνθρωπος βαδίζει’, ἀποφατικὸς δὲ ῾οὐ πᾶς ἄνθρωπος βαδίζει’. ἀνάγκη γὰρ δ εἶναι τοὺς προσδιορισμοὺς καὶ οὔτε πλείονας οὕτε ἐλάττονας. ἢ γὰρ τὸ καθόλου ἀποφαινόμεθα, καὶ τοῦτο ἀποφατικῶς ἢ καταφατικῶς, καὶ ποιεῖ τοὺς δύο καθόλου προσδιορισμούς, φημὶ δὴ τὸν πᾶς καὶ τὸν οὐδείς, ἢ τὸ μερικὸν ἀόριστον, καὶ πάλιν τοῦτο ἢ καταφατικὸν ἢ ἀποφατικόν, καὶ ποιεῖ τοὺς δύο μερικοὺς προσδιορισμούς, οἷον τὸν [*](f. 52r) τὶς καὶ τὸν οὐ πᾶς, τὸν μὲν τὶς. καταφατικόν, τὸν δὲ οὐ πᾶς ἀποφατικόν. μεμαθήκαμεν τοίνυν τί ἐστιν προσδιορισμὸς καὶ πόσοι εἰσὶν οἱ προσδιορισμοί. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον.
Δεύτερον δὲ κεφάλαιόν ἐστιν ἐν ᾧ ζητοῦμεν, τίς ὁ ἀριθμὸς τῶν ἐκ [*](19 προσδιορισμὸς κτλ.] cf. Ammou. fol. 71vsq. 26 οἱ addidi 26 καταφατικον (sic) P)
Tρίτον ἦν κεφάλαιον τῶν προτεθέντων ἡμῖν εἰς ζήτησιν τὸ εἰπεῖν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν καταφάσεων τούτων, τίνι συνάπτοντες τὴν οὔ ἄρνησιν, ἆρά γε τῷ κατηγορουμένῳ ἢ τῷ ὑποκειμένῳ. ἐπὶ μὲν οὖν ἀπροσδιορίστων προτάσεων καὶ τῶν καθ’ ἕκαστα λέγομεν δεῖν συνάπτεσθαι τὴν | οὔ ἄρνησιν τῷ κατηγορουμένῳ· πρῶτον μὲν ὅτι εἰ συνάψοιμεν τῷ [*](f.53r) ὑποκειμένῳ τὴν οὔ ἄρνησιν ἀλλὰ μὴ τῷ κατηγορουμένῳ, καταφάσεις γίνονται ἀόριστοι, ὡς εἴρηται· τὸ γὰρ οὐ ’Σωκράτης βαδίζει’ ἓν μὲν ἀναιρεῖ, ἄπειρα δὲ εἰσάγει. δευτέραν δὲ λέγομεν αἰτίαν, ὅτι δεῖ τῷ κατηγορουμένῳ συνάψαι τὴν οὔ ἄρνησιν· ἐν ταῖς τοιαύταις προτάσεσιν ἔχει τὸ κατηγορούμενον πρὸς τὸν σκοπὸν τοῦ εἰπόντος τὴν κατάφασιν. ἐκείνου γὰρ εἰπόντος ὅτι Σωκράτης βαδίζει θέλει ἀναιρεῖν οὐ τὸν Σωκράτην ἀλλὰ τὸ βαδίζει. καὶ ἐπεὶ τὸ κῦρος ἔχει κατηγορούμενον ἐν ταῖς τοιαύταις προτάσεσιν, ὡς δηλοῖ καὶ τὸ ὄνομα τῶν τοιούτων προτάσεων κατηγορικαὶ γὰρ λέγονται προτάσεις ὡς ἐκ τοῦ κυριωτέρου μορίου τὴν προσηγορίαν λαβοῦσαι), δεῖ τῷ κυριωτέρῳ μορίῳ συνάψαι τὴν οὔ ἄρνησιν καὶ τὸ αὐτὸ ἀνελεῖν ὅπερ κατέφησεν ἡ κατάφασις. οὕτως γὰρ καὶ ἐπὶ τῆς ἀναιρέσεως τῶν ζῴων κατὰ τοῦ κυριωτέρου μορίου τὸ ξίφος ἐμβάλλομεν, ἵνα θᾶττον ἀναιρεθῇ τὸ ζῷον, οἷον τῇ καρδίᾳ ἢ τῷ ἥπατι ἢ τῷ ἐγκεφάλῳ τὸ ξίφος προσάγοντες ἀλλ’ οὐ χειρὶ ἢ ποδὶ καὶ τοῖς τοιούτοις. ἐπὶ δὲ τῶν προσδιωρισμένων προτάσεων λέγομεν ὅπερ ἄλλοι ἀπροσδιορίστως εἶπον, ὅτι πάντως τῷ κατηγορουμένῳ, οὐ καλῶς * * ἡμεῖς γὰρ λέγομεν πάλιν διὰ δύο αἰτίας ὅτι δεῖ τῷ προσδιορισμῷ συνάψαι τὴν οὔ ἄρνησιν· πρῶτον μὲν διὰ τὸ ἤδη εἰρημένον, ὅτι ὥσπερ ἐν ταῖς ἀπροσδιορίστοις καὶ ἐν ταῖς καθ’ ἕκαστα προτάσεσιν τὸ κῦρος κατηγορούμενον ἔχει, οὕτως καὶ ἐν ταῖς προσδιωρισμέναις προτάσεσιν ὁ προσδιορισμός· δεύτερον δέ, ὅτι εἰ μὴ συνάψωμεν τῷ προσδιορισμῷ τὴν οὔ ἄρνησιν, οὐ γίνονταί ποτε ἀντιφάσεις. οἷον ἐὰν εἴπω ’πᾶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος οὐ βαδίζει’, αἱ δύο συμψεύδονται, καὶ οὐκέτι ἀντίφασις | τὸ τοιοῦτον ἀλλ’ ἐναντίαι προτάσεις. τὸ γὰρ ‘πᾶς ἄνθρωπος οὐ [*](f.53v) βαδίζει’ τὴν αὐτὴν δύναμιν ἔχει τῇ προτάσει τῇ λεγούσῃ ’οὐδεὶς ἄνθρωπος βαδίζει’· τὸ δὲ πᾶς καὶ οὐδεὶς ὡς ἐναντία μάχονται. εἰ δὲ εἴπωμεν ἰού πᾶς ἄνθρωπος βαδίζει’, ἀντιφατικῶς μάχεται, ὡς μαθησόμεθα, τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος βαδίζει’· ἡ μὲν γὰρ ἀληθής, ἡ δὲ πάντως ψευδής. ἐν οἷς πληροῦται καὶ τὸ τρίτον κεφάλαιον, διδάξαν ἡμᾶς πῶς ποιοῦμεν ἐκ τῶν καταφάσεων τὰς ἀποφάσεις.
Ληπτέον δὲ καὶ περὶ τῆς προσηγορίας τοῦ καθόλου προσδιορισμοῦ, διὰ τί <οὐχ> ὥσπερ πᾶς καὶ οὐ πᾶς γεγόνασιν, οὕτω τὶς καὶ οὐ τίς. ἔδει οὕτως γενέσθαι· ὥσπερ ἐκεῖ τῷ πᾶς καθόλου ὄντι προσδιορισμῷ προσετέθη τὸ οὔ ἀρνητικὸν μόριον μόνον, οὕτως ἔδει καὶ ἐνταῦθα τῷ τὶς μερικῷ [*](1. 2 πῶς ποιοῦμεν κτλ.] cf. Ammon. fol. 70rsq. 14 προτάσεις scripsi: πρὸς ταύτας P ο ὡς scripsi : ἧς P 20 ἀπρδιοριστως P 21 οὐ καλῶς] addendum εἰρῆσθαι 21 ἡμεῖς γὰρ κτλ.] cf. Ammon. fol. 77r 25 τῷ superscr. Ρ1 32 ψευδὴς πάντως nota addita transfert P 33 διδάξαν scrirsi : διδάξας P 36 οὐχ addidi 37. 38 τῷ scripsi : τὸ P)
Καὶ ἐπεὶ θορυβεῖν εἴωθεν τοὺς ἀκούοντας ἐπί τινων ὑλῶν τὸ οὐ πᾶς, μήπου εἰσάγει τὸν τίς, ὡς ἔχει ἐπὶ τῆς ἀδυνάτου ὕλης ἐν γὰρ τῷ λέγειν ‘οὐ πᾶς ἄνθρωπος ἵπταται’ δοκεῖ φαντασίαν παρέχειν ὅτι τὶς μὲν ἵπταται, τὶς δὲ οὐχ ἵπταται· καὶ πάλιν ἐπὶ τῆς ἀναγκαίας ὕλης τὸ ‘οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ’ δοκεῖ σημαίνειν ὅτι τινὲς μὲν ἀναπνέουσιν τινὲς δὲ οὔ), ἐπεὶ οὖν τοιαύτην | φαντασίαν ἐπὶ τῶν δύο ὑλῶν παρέχεται, εἴπωμεν καὶ περὶ αὐτοῦ. τὸ τοίνυν οὐ πᾶς καθ’ αὑτὸ λεγόμενον ἐπὶ τῶν δύο ὑλῶν τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου ἕπεται τῇ καθόλου ἀποφάσει, οἷον ἐπὶ μὲν τῆς ἀδυνάτου ‘οὐδεὶς ἄνθρωπος ἵπταται᾿ καὶ ‘οὐ πᾶς ἄνθρωπος ἵπταται’ τὴν αὐτὴν δύναμιν ἔχουσιν· συναληθεύουσι γάρ· ἐπὶ δὲ τῆς ἀναγκαίας πάλιν ‘οὐδεὶς ἄνθρωπος ἀναπνεῖ, οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ’ ἀμφότεραι ψεύδονται. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει· ἡ μὲν γὰρ καθόλου ἀπόφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἀεὶ ψεύδεται, οἷον ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος βαδίζει’· ἡ δὲ λέγουσα ἰού πᾶς ἄνθρωπος βαδίζει’ ἀληθεύει. ὅτι δὲ ἀληθῶς τοῦτο λέγομεν ἐκ τῶν καταφάσεων φανερόν· ὡς γὰρ ἔχει ἡ μερικὴ κατάφασις πρὸς τὴν καθόλου κατάφασιν, οὕτως δεῖ καὶ μερικὴν ἀπόφασιν πρὸς τὴν καθόλου ἀπόφασιν. ἡ μὲν γὰρ μερικὴ κατάφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὐχ ἕπεται τῇ καθόλου καταφάσει· ἐκείνης μὲν γὰρ ψευδοῦς οὔσης αὕτη ἀληθής ἐστι· ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν συνέπεται. ‘πᾶς μὲν γὰρ ανθρωπος ἀναπνεῖ’ καὶ ‘τὶς ἄνθρωπος ἀναπνεῖ’ ἀμφότεραι ἀληθεύουσιν· ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης καὶ ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται’ ψεύδεται καὶ ἡ μερικὴ ἡ λέγουσα τὶς ἄνθρωπος ἵπταται’ ψεύδεται· ἀντικειμένως γὰρ ἔχουσιν πρὸς τὴν καθόλου ἀπόφασιν. ὥστε καὶ ἡ μερικὴ ἀπόφασις ἐπὶ τῶν δύο ὑλῶν ἕπεται τῇ καθόλου ἀποφάσει· ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐ συνέπεται. ἐν οἷς καὶ τὸ τρίτον κεφάλαιον καὶ ἡ παροῦσα θεωρία σὺν θεῷ πληροῦται.
p. 17a38 Ἐπειδή ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ καθ’ ἕκαστον· τοῦτ’ ἔστι μερικόν. τὸ γὰρ ἄτομον πολλὰ σημαίνει· σηοὐ [*](4 τὶς cf. Ammon. fol. 79r 5 τὸ δὲ οὐθεὶς] τὸ μὲν οὐχ εἴς ὡς ἀμφίβολον παραιτησάμενοι τὸ δὲ οὐ εἴς ὡς πρὸς τῷ ἀμφιβόλῳ καὶ κακόφωνον Ammon. fol. 79 r 6 τῆς κακοφωνίας scripsi : τὴν κακοφωνίαν P 8 συναλοΐφήν corr. P2 : συναλειφὴν Ρ1 10 ἐπεὶ θορυβεῖν εἴωθεν] cf. Ammon. fol. 75vsq. 15 εἴπομεν P 18 δυνάμην P 36 ἐπειδὴ scripsi, cf. p. 24,8 28,6: ἐπεὶ δὲ P 37 post μερικὸν addendum, ut videtur, καὶ ἄτομον)
p. 17b3 Ἐὰν μὲν καθόλου ἀποφαίνηται ἐπὶ τοῦ καθόλου ὅτι ὑπάρχει τι ἢ μή, ἔ.σονται ἐναντίαι αἱ ἀποφάνσεις. ἐναντίας ἐκάλεσεν ἀποφάνσεις τὰς καθόλου καταφάσεις καὶ τὰς καθόλου ἀποφάσεις, ὅταν καὶ τὸ ὑποκείμενον καθόλου ἐστὶ καὶ ὁ προσδιορισμὸς καθόλου, εἴτε καταφατικὸς εἴτε ἀποφατικός· οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει’. ἐναντίας δὲ ἐκάλεσεν τὰς τοιαύτας ἀποφάνσεις, διότι ἐοίκασιν τοῖς ἐμμέσοις ἐναντίοις. ὥσπερ γὰρ τὰ ἔμμεσα ἐναντία, οἷον τὸ λευκὸν τὸ μέλαν, τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἅμα μὲν παρεῖναι ἀδύνατον κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ ὑποκειμένῳ * * * οὕτως καὶ ταύτας τὰς προτάσεις τάσεις ἅμ μὲν ἀληθεῖς εἶναι ἀδύνατον, ἅμα δὲ συμψεύδεσθαι δυνατόν. ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης ἀμφότεραι ψεύδονται, οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βασίζει’. ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν ἡ μὲν πάντως ἀληθὴς ἡ δὲ ψευδής. ἡ μὲν γὰρ καθόλου ἀποφατικὴ ἐπὶ τῆς ἀναγκαίας ὕλης * * ἀληθεύει ἡ λέγουσα ‘οὐδείς ἄνθρωπος ἵπταται’, ἡ δὲ καθόλου καταφατικὴ ψεύδεται ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται.’
p. 17b6 Ὅταν δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δἐ, οὐκ ἔστιν ἐναντία, τὰ μέντοι δηλούμενα ἔστιν εἶναί ποτε ἐναντία. καθόλου ὡς μὴ καθόλου λέγει τὰς προτάσεις τὰς ἐχούσας τὸ μὲν ὑποκείμενον καθόλου, προσδιορισμὸν δὲ οὔ. ταύτας οὐ καλεῖ ἐναντίας, διότι ποτὲ συναληθεύουσιν. εἶπεν δὲ τὰ δηλούμενα ἐκ τῶν τοιούτων προτάσεων ποτὲ ἐναντία εἶναι αἰνιττόμενος τὰ ἄμεσα ἐναντία. ὅταν γὰρ αἱ τοιαῦται προτάσεις ἐπὶ τῶν ἀμέσων ἐναντίων λαμβάνονται, τὰ σημαινόμενα ἐξ αὐτῶν τὰ ἐναντία εἰσάγουσιν, οἷον ‘ἀριθμὸς | ἄρτιός ἐστιν, ἀριθμὸς ἄρτιος οὐκ ἔστιν’. ἐναντίαι [*](f.55r) μὲν γὰρ οὔκ εἰσιν, διότι συναληθεύουσιν, τὰ μέντοι δηλούμενα ἐξ αὐτῶν ἐναντία εἰσίν. τὸ γὰρ οὐκ ἄρτιον σημαίνει τὸ περιττόν, τὸ δὲ περιττὸν καὶ τὸ ἄρτιον δοκοῦσιν ἐναντία εἶναι. πάλιν ‘Σωκράτης ὑγιαίνει, Σωκράτης οὐχ ὑγιαίνει’, ἐπειδὴ τὸ οὐχ ὑγιαίνει τὸ ·νοσεῖν δηλοῖ, νόσος δὲ καὶ ὑγεία φαίνονται οὖσαι ἐναντίαι. ὥστε τὰ δηλούμενα ἐξ αὐτῶν εἰσιν ἐναντία, ὡς ἔστιν ἐναντία νόσος καὶ ὑγεία, καὶ τὸ ἄρτιον καὶ τὸ περιττόν.
p. 17b11 Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλλ’ ὅτι καθόλου. ἐλλειπῶς αὐτῷ τὰ τῆς φράσεως εἴρηται. τὸ δὲ ὅλον τοῦτό ἐστιν· ὁ πᾶς [*](2 δυσχαιρῶς P 16 laciinam indicavi; deest μὴ παρεῖναι δὲ ἀμφότερα δυνατόν vel simile aliquid 21 ὕλης] addendum, ut videtur, ψεύδεται ἡ λέγουσα ‘ οὐδεὶς ἄνθρωπος ἀναπνεῖ’, ἡ δὲ καθόλου καταφατικὴ ἀληθεύει ἡ λέγουσα ‘ πᾶς ἄνθρωπος ἀναπνεῖ‘. πάλιν ἡ μὲν καθόλου ἀποφατικὴ ἐπὶ τῆς ἀδυνάτου ὕλης 23 μὲν siiperscr. Ρ1 34. 36 ὑγία P 35 ὡς scripsi: ὅλως P)
<Πρὰξις βݲ.>
p. 17b12 Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν [καθόλου] οὐκ ἔστιν ἀληθές· οὐδεμέα γὰρ κατάφασις ἔσται καὶ τὰ ἑξῆς.
Παραδεδωχὼς τὴν διαφορὰν τῶν προτάσεων ἀπὸ τοῦ ὑποκειμένου, ὅτι ἢ ὡρισμένον ἐστὶν ἢ ἀόριστον, ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ἔτι δὲ καὶ ἀπὸ τῶν προσδιορισμῶν (ἄλλη μὲν γάρ ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘ἄνθρωπος βαδίζει’ καὶ ἄλλο εἶδος προτάσεως ἶπάς ἄνθρωπος βαδίζει’) ζητεῖ τοίνυν, ἆρά γε, ὥσπερ συνήφθη ὁ προσδιορισμὸς τῷ ὑποκειμένῳ ’πᾶς ἀνθρώπως βαδίζει’ καὶ ἐποίησεν ἕτερον εἶδος προτάσεως παρὰ τὸ ‘ἄνθρωπος βασίζει’, | δυνατόν ἐστιν συνάψαι τὸν προσδιορισμὸν τῷ f.55v κατηγορουμένῳ καὶ ποιεῖν ἕτερον εἶδος προτάσεως, οἷον ‘πἄς ἄνθρωπος πᾶν ζῷον’. καὶ ἀποφαίνεται ὅτι τοῦτο ἀδύνατον, διότι ψευδὴς ἡ τοιαύτη πρότασις, φημὶ δὴ ἡ ἔχουσα τὸν καθόλου προσδιορισμὸν ἐν τῷ κατηγορουμένῳ. ἀλλὰ πρῶτον εἴπωμεν πόσαι γίνονται αἱ τοιαῦται προτάσεις αἱ καθόλου προσδιωρισμέναι αἱ ἔχουσαι ἁπλῶς τὸν προσδιορισμὸν πρὸς τῷ διορισμῷ. γίνονται τοίνυν ιݲςݲ. εἰσὶν μὲν γὰρ δ προσδιορισμοί· ποιοῦσι ιݲςݲ προτάσεις· τετράκις γὰρ τέσσαρες ιݲςݲ. ἀνάγκη γὰρ ἔχειν ἕνα τούτων τῶν προσδιορισμῶν, τὸ δὲ κατηγορούμενον τετραχῶς ποικίλλεσθαι, ὡς ὑπογέγραπται.
Λέγει τοίνυν Ἀριστοτέλης ὅτι τῷ κατηγορουμένῳ οὐ συναπτέον τὸν
Ἀριστοτέλης δὲ ἐφεξῆς τὴν διαφορὰν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς προτάσεσιν θεωρουμένων παραδίδωσιν. εἰσὶν δὲ αὗται δ. μία μὲν τῶν καθ’ ἕκαστα προτάσεων ἀντίθεσις ’Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει’, δευτέρα δὲ τῶν ἐναντίων ῾ πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει᾿ · τρίτη τῶν ὑπεναντίων, εἴτε ἔχουσι μερικὸν προσδιορισμὸν εἴτε οὐκ ἔχουσιν, ὡς τὸ ἢ] ῾ ἄνθρωπος βαδίζει 〈ἄνθρωπος οὐ βαδίζει〉’ ἢ ῾ τὶς ἄνθρωπος βαδίζει᾿ ἢ] ‘ οὐ πᾶς ἄνθρωπος βαδίζει᾿ καὶ τετάρτη ἡ τῶν ἀντιφατικῶς μαχομένων. καὶ καλεῖ τὴν μὲν ἀντιφατικῶς μαχομένην ἀντίθεσιν, ὅταν ἡ μέν ἐστι καθόλου ἡ δὲ μερική, καὶ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἀντίφασιν· οἷον ῾ πᾶς ἄνθρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει᾿ , ‘τὶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζι᾿ · ἔτι δὲ καὶ τὴν ἀντίθεσιν τῶν καθ’ ἕκαστα προτάσεων ῾ Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει᾿ . ταύτας καλεῖ ἀντιφατικῶς μάχεσθαι, διότι καὶ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζουσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τὴν δὲ φερομένην ἀπορίαν ἐπὶ τοῦ μέλλοντος χρόνου περὶ τῶν καθ’ ἕκαστα ἀντιθέσεων αὐτὸς ἀπορεῖ καὶ τὴν ἀπορίαν ἐπιλύεται. τὰς δὲ καθόλου προτάσεις ἀποφατικὰς καὶ καταφατικὰς λέγει ἐναντίως μάχεσθαι. διὰ τί δὲ ἐναντίαν ἐκάλεσεν τὴν τοιαύτην ἀντίθεσιν ἐν τοῖς προλαβοῦσιν εἴρηται. τὴν δὲ ἐναντίωσιν τῶν μερικῶν προτάσεων <καὶ τῶν> ἀπροσδιορίστων | καλεῖ [*](f.56v) παρακατιὼν ὑπεναντίαν, διότι ὑπὸ τὰς ἐναντίας εἰσίν· οἷον τὶς μὲν ὑπὸ τὴν πᾶς, [*](2 οὐχ addidi, cf. v. 6 et Ammon. fol. 84vsq. 3 καὶ scripsi : αἱ P 5 ἐνδεχομένης scripsi: ἀδυνάτου P 12 ἄχρηστος scripsi: ἀχρήστοις P 17 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. pr. Α 4 p. 26a30 25 ἢ primum et tertium delevi ἄνθρωπος οὐ βαδίζει addidi 26 ἀντιφατικῶς scripsi: ἀντιφατικὴν P 37 <καὶ τῶν> ἀπροσδιορίτων scripsi: ἀπροσδιόριστον P 38 ὑπεναντίαν scripsi: ὑπεναντίας P; eeterum hoc verbiira in Aristot. de Interpi-. libro non occurrit)
p. 17b14 οὐδεμία κατάφασις ἀληθὴς ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορηθήσεται, οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷον. οὐσεμία κατάφασις εἶπεν ἀντὶ τοῦ πρότασις, ἐκ τοῦ κυριωτέρου τὴν ὀνομασίαν ποιησάμενος· ἐὰν γὰρ κατάφασις οὐκ ἔστι, πολλῷ μᾶλλον οὐδὲ ἀπόφασις. ἡ γὰρ ἀπόφασις μόνῃ τῇ οὔ ἀρνήσει θέλει πλεονάζειν τῆς καταφάσεως, <ὡς> πολλάκις ἡμῖν εἴρηται.
p. 17b33 Εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός· καίει γίνεταί τι, καὶ οὐκ ἔστιν. ἐνταῦθα βούλεται ἀποδεῖξαι ὅτι αἱ μερικαὶ προτάσεις ταῖς ἀπροςδιρίστοις τὴν αὐτὴν ἔχουσι δύναμιν. ἐπιχειρεῖ δὲ διχῶς, ἔκ τε τῶν ἐναντίων καὶ ἐκ τῶν γινομένων. ἐκ μὲν τῶν ἐναντίων οὕτως· εἰ ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος καλός ἐστι, καὶ πάλιν αὐτὸ τοῦτο ὅτι ἄνθρωπος αἰσχρός ἐστι· τὸ δὲ αἰσχρὸς δῆλον ὅτι οὐ καλὸς σημαίνει. ἀληθὲς #x003E; ἄρα εἰπεῖν ὅτι ἄνθρωπος οὐ] καλός ἐστιν, οἷον διὰ τὸν Ἀχιλλέα ἢ Νηλέα, καὶ ἀληθὲς· εἰπεῖν ὅτι ἄνθρωπος αἰσχρὸς διὰ τὸν Θερσίτην, ὅπερ πάντως ση- μαίνει τὸ οὐ καλός. συναληθεύουσιν ἄρα αἱ προτάσεις· εἰ δὲ συναληθεύουσιν, δῆλον ὅτι οὐκέτι ἀντίφασις, ἀλλὰ τὴν αὐτὴν δύναμιν ἔχουσιν ταῖς μερικαῖς προτάσεσιν ἀποφατικαῖς καὶ καταφατικαῖς. ἐν οἷς τὸ πρῶτον ἐπιχείρημα. τὸ δὲ δεύτερον ἐπιχείρημά ἐστιν ἐκ τῶν γινομένων οὕτω προσαγόμενον· εἰ ἀληθὲς εἰπεῖν ῾ ἄνθρωπός ἐστι᾿ διὰ τὸν ἤδη ὑπάρχοντα, πάλιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος οὐκ ἔστι διὰ τὸν γινόμενον καὶ κυοφορούμενον· τὸ γὰρ κυοφορούμενον οὔπω ἔστι·. συναληθεύουσιν ἄρα, ὡς ἐρρέθη. εἰ δὲ ἡ ἀντίφασις οὐ συναληθεύει ποτέ, οὐκ ἄρα τὴν αὐτὴν δύναμιν ἔχει ἡ ἀπροσδιόριστος ἀπόφασις τῇ καθόλου ἀποφάσει. | ἐνταῦθα τοίνυν ζητεῖται περὶ τῆς [*](f.57r) ἀπροσδιορίστου ἀποφάσεως, ἆρά γε τῇ καθόλου ἀποφάσει ἰσοδυναμεῖ ἢ τῇ μερικῇ ἀποφάσει. περὶ μὲν γὰρ τῆς καταφάσεως οὐδὲ εἷς λόγος· πᾶσιν γὰρ φανερὸν ὅτι ἡ μερικὴ κατάφασις καὶ ἡ ἀπροσδιόριστος τὴν αὐτὴν δύναμιν ἔχουσιν, οἷον ῾ ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει᾿ , χωρὶς τοὐ ἄρθρου δηλονότι. περὶ δὲ τῆς ἀπροσδιορίστου ἀποφάσεως ζητεῖται, ἆρά γε τῇ καθόλου ἀποφάσει ἕπεται ἢ τῇ μερικῇ ἀποφάσει. καὶ οἱ μὲν λέγουσιν τῇ καθόλου ἀποφάσει ἕπεσθαι, αὐτὸν τὸν Ἀριστοτέλη μάρτυρα παραφέροντες. λέγει γὰρ ἐν ἄλλοις καὶ φαίνεται κεχρημένος ταύτῃ ἀντὶ τῆς καθόλου ἀποφάσεως, ὡς ἐν τῷ Περὶ ψυχῆς εἶπεν ῾ οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις᾿ , τοῦτ’ ἔστιν ῾ οὐκ ἔστιν οὐδεμία αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις᾿ · καὶ πάλιν ἐν τῇ Φυσικὴ ἀκροάσει ῾ οὐκ ἔστι κίνησις παρὰ τὰ κι- [*](2 lacunara indicavi: addendum fort. δεῖ δὲ συλλαβεῖν τὴν τῶν ἀπροσδιορίστων 4 έσται scripsi, cf. p. 29,12: ἐστι P 9 ὡς addidi 12 ἐπιχειρεῖ δὲ κτλ·] cf. Ammon. fol. 97rsq. 15 δὲ addidi 16 οὐ delevi Νηλέα] Νιρέα Ammon. fol. 97 18 καλός scripsi: καλῶς P 21 οὕτω scripsi: τὸ P 32 ἕπεται scripsi : ἕπεσθαι P 32. 33 τῇ — ápof;asei scripsi: τὴν — ἀπόφασιν P 35 ἐν τῷ Περὶ ψυχῆς] Tl p. 424b22 37 ἐν τῇ Φυσικῇ ἀκροάσει] Tl p. 200b32 37 κινούμενα] πράγματα Aristoteles, cf.) [*](Aramou. fol. 91 91 r)
<Πρᾶξις γݲ.>
p. 17b38 Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις καταφάσεως· τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν ὅπερ κατέφησεν ἡ κατάφασις.
Ἐπεξελθὼν πᾶσι τοῖς εἴδεσι τῶν προτάσεων καὶ δείξας, ποῖαι ἀντιφατικῶς λέγονται μάχεσθαι ποῖαι δὲ ἐναντίως καὶ ποῖαι ὑπεναντίως καὶ ποῖαι λέγονται καθ’ ἕκαστα, ἐντεῦθεν πόρισμά τι ἐκ τῶν εἰρημένων συνάγει. ἔστι δὲ τοιοῦτον πόρισμα ὅτι φανερὸν γέγονεν ἐκ τῶν εἰρημένων ὡς μίακατάφασις μιᾷ προτάσει ἀντιφατικῶς μάχεται. καὶ πῶς τοῦτο ἐκ τῶν εἰρημένων συνάγεται ; ἐδόκουν γὰρ μιᾷ καταφάσει, φέρε εἰπεῖν τῇ καθόλου, δύο προτάσεις μάχεσθαι, ἥ τε καθόλου ἀπόφασις καὶ ἡ μερικὴ ἀπόφασις, ἄλλη δὲ οὐδεμία· ἐσείξαμεν γὰρ τὴν ἀπροσδίριστον ἀπόφασιν ἰσοδυναμοῦσαν τῇ μερικῇ ἀποφάσει. ἀλλὰ τούτων ἡ μὲν καθόλου ἀπόφασις οὐ πάντῃ ἐμάχετο· συνεψεύδετο γὰρ ἐπὶ τῆς ἐνδεχομένης ὕλης τῇ καθόλου καταφάσει. καταλέλειπται ἄρα μία πρότασις ἡ λέγουσα ῾ οὐ πᾶς ἄνθρωπος᾿ ἀντιφατικῶς μαχομένη· καὶ γὰρ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. πάλιν τῇ μερικῇ καταφάσει, φημὶ δὴ ῾ τὶς ἄνθρωπος βαδίζει᾿ , δύο προτάσεις ἐδόκουν μάχεσθαι, ἥ τε καθόλου ἀποφατικὴ. καὶ ἡ μερικὴ ἀποφατική. ἀλλ’ ἡ μὲν μερικὴ ἀποφατικ·ὴ συνηλήθευεν ἐπὶ τῆς [*](8. 9 ἡ — ψεύδεται delevi 15 συναληθεύουσαι scripsi : συναληθεύουσιν P 17 αὐτὸ τοῦτο scripsi, cf. Ammon. fol. 94r : αὐτὸ τοῦ P 25 πόρισμά τι κτλ.] cf. Ammon. fol. 99v 27 πῶς Ammouius: ποῦ P)
Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ παραδίδωσι τοιοῦτον θεώρημα, ὅπερ σχεδὸν καὶ ἐν τῷ αݲ τμήματι παραδέδωκεν. ἔστι δὲ τοῦτο, πότε ἀληθεῖ ἐστι μία κατάφασις καὶ μία ἀπόφασις, πότε δὲ οὐκ ἔστι μία. τοῦτο δὲ. διαφέρει τὸ νῦν παραδιδόμενον θεώρημα <τοῦ> ἐν τῷ αݲ ὅτι ἐν μὲν τῷ αݲ τμήματι τὴν διαφορὰν τῶν ἁπλῶν λόγων καὶ παραδέδωκεν, ἐνταῦθα δὲ αὐτὸ τοῦτο καθ’ αὑτὸ εἰ] διορίζεται, τὸ πότε ἐστὶ μία ἀπόφανσις, ἵνα ἔχῃ πρότασιν μαχομένην ἀντιφατικῶς. φησὶ τοίνυν ὅτι, ἡνίκα εἷς τῶν ὅρων ὁμώνυμος ᾖ, οὐκ ἔστι μία πρότασις, καὶ τὴν αἰτίαν φησὶν ὅτι ἀντιφατικῶς ἄλλην ταύτῃ ἀδύνατον μάχεσθαι. συναληθεύουσι γὰρ αἱ λέγουσαι Αἴας βαδίζει᾿ καὶ ῾ Αἴας οὐ βαδίςει᾿ ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανόμεναι. εἰ δὲ οὐκ ἔστιν εἷς τῶν ὅρων ὁμώνυμος ἢ ὁ ὑποκείμενος ἢ ὁ κατηγορούμενος, πάντως μία ἐστὶ κατάφασις, καὶ διὰ τοῦτο ἕξει καὶ ἄλλην πρότασιν ἀντιφατικῶς μαχομένην, οἷον ‘ Σωκράτης βαδίζει, Σωκράτης οὐ βασίζει᾿ , ἐὰν ἕν τι σημαίνει τὸ Σωκράτης.
p. 18a18 Εἰ δὲ δυεῖν ἓν ἄνομα κεῖται, ἐξ ὧν μὴ ἔστιν ἕν, οὐκ ἔστι μία πρότασις. ἔλαβεν τοίνυν αὐτὸς τὸ παράδειγμα ἐπὶ ἀνθρώπου καὶ ἵππου· φησὶ | τοίνυν ἐχέτωσαν ἄνθρωπος καὶ ἵππος κοινὸν ὄνομα τὸ [*](f.58v) ἱμάτιον, καὶ ἡ πρότασις τοίνυν ἡ λέγουσα ῾ τὸ ἱμάτιον λευκόν ἐστι᾿ τοῦτο σημαίνει, ὅτι καὶ ἵππος λευκός ἐστι καὶ ἄνθρωπος λευκός ἐστιν. αὗται δὲ δύο προτάσεις τυγχάνουσιν οὖσαι. ὥστε οὖν καὶ ἡ πρώτη ἡ λέγουσα ῾ τὸ ἱμάτιον λευκόν ἐστιν᾿ ἢ δύο σημαίνει ἢ οὐδέν· οὐ γὰρ δυνατόν ἐστι τὸν ἄνθρωπον καὶ ἵππον εἶναι ἢ τὸν ἵππον καὶ ἄνθρωπον, ἵνα μίαν εἴπωμεν πρότασιν τὴν λέγουσαν ῾τὸ ἱμάτιον λευκόν ἐστιν’. ἐν οἷς καὶ τὸ δεύτερον κεφάλαιον. ἐφεξῆς δὲ καὶ περὶ τῆς ἀντιφάσεως ἀπορεῖ τῆς καθ’ ἕκαστα, πῶς ἐπὶ τοῦ μέλλοντος χρόνου λέγεται μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, [*](2 ἀληθεῖς εἰσιν scripsi: ἀληθὴς εἶναι P 2 lacimam inclicavi; sententia haec fere postulat stulat καταλέλειπται ἄρα μία πρότασις ἡ καθόλου ἀπόφασις ἀντιφατικῶς μαχομένη. ἐπὶ γὰρ τῆς κτλ. 7 ἴπταται] addendum est ἡ δὲ μερικὴ κατάφασις ψεύδεται ἡ λέγουσα τὶς ἄνθρωπος ἵπταται 10 βαδίζει] addendum ἡ γὰρ οὐ Σωκράτης βαδίζει, cf. P. 10,15 13 Δεύτερον] βݲ P 14 ἐν τῷ a τμήματι] c. 6 p. 17a34 15 πότε δὲ οὐκ ἔστι scripsi: μία δὲ οὐκ ἔστι πότε P 16 τοῦ addidi 18 εἰ delevi 19 ἔχῃ scripsi: ἕξη P 21 ταύτῃ scripsi: ταύτην P)
<Πρᾶξις δ>.
p. 18a28 Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἡ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἤ ψευδῆ καὶ τὰ ἑξῆς.
Διακρίνας σαφέστατά τε καὶ ἀκριβέστατα τὰς τέσσαρας ἀντιθέσεις, καὶ τούτων τὴν μὲν καλέσας ὑπεναντίαν, αἵτινες οὐκ ἀεὶ μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλὰ συναληθεύουσι, τοῦτ’ ἔστιν αἱ μερικαὶ προτάσεις καὶ αἱ ἀπροσδιόρστοι, τὴν δὲ καλέσας ἐναντίαν, φημὶ δὴ τὴν καθόλου πρότασιν τὴν καταφατικὴν καὶ τὴν ἀποφατικήν, αἵτινες πάλιν ἐπὶ τῆς ἐνδεχομέν.ης ὕλης συμψεύσονται, τὰς δὲ λοιπὰς ἀντιθέσεις τήν τε τῶν καθ’ ἕκαστα καὶ τὴν μάχην τῆς μερικῆς πρὸς τὴν καθόλου εἴτε καταφατικῆς 〈εἴτε ἀποφατικῆς〉 εἰπὼν ἀντιφατικῶς μάχεσθαι, ταῦτα οὖν πάντα εἰπὼν διὰ τῶν προλαβόντων ζητεῖ νῦν καλῶς ὅτι ἐπὶ μὲν τῶν ἄλλων τριῶν ἀντιθέσεων ἐπὶ μὲν τῶν τριῶν χρόνων ὡσαύτως ἕξουσιν κατὰ τὸ μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἢ [*](f.59r) τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι· ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἐπὶ μὲν τοῦ ἐνεστῶτος καὶ τοῦ παρῳχημένου πάλιν κατὰ τὸν αὐτὸν τρόπον μερίζουσι πάντως ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ δὲ τοῦ μέλλοντος χρόνου ἀπορεῖ μήπως κατὰ τὸν αὐτὸν τρόπον μερίζουσιν ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ δὲ τοῦτο, συναχθήσεταί τι ἄτοπον, τὸ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον καὶ γίνεσθαι ἐξ ἀνάγκης πάντα. τοῦτο δὲ τὸ θεώρημα, ὅπερ νῦν Ἀριστοτέλης κεκίνηκεν, ἐστὶ καὶ δεολογικόν· αὐτὸ γὰρ τοῦτό ἐστιν τὸ ζητούμενον, εἰ ἐξ ἀνάγκης πάντα γίνονται ἢ τινὰ μὲν ἐξ ἀνάγκης τινὰ δὲ οὔ. ἀλλὰ μὴν καὶ φυσιολογικόν· ζητοῦμεν γὰρ τὰ πράγματα καὶ τὴν φύσιν τῶν γινομένων καὶ φθειρομένων, ἆρά γε τοιαύτην φύσιν ἔχουσιν ὥστε ἐξ ἀνάγκης γίνεσθαι ἢ τοιαύτην ὥστε ποιὲ μὲν γίνεσθαι ποτὲ δὲ οὔ. ἀλλὰ μὴν καὶ λογικόν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἐπειδὴ καὶ περὶ τῶν προτάσεων ὁ λόγος, ἡ δὲ ζήτησις τῶν προτάσεων τῆς λογικῆς ἐστι πραγματείας. οὐκ ἔστι δὲ ἀλλότριον οὐδὲ τῆς ἠθικῆς πραγματείας τὸ ζητούμενον· εἰ γὰρ τῷ ὄντι πάντα ἐξ ἀνάγκης γίνεται, οὐ δεῖ φροντίζειν τῶν ἀρετῶν οὐδὲ ἀποστρίφεσθαι τὴν κακίαν. καὶ πῶς μὲν Ἀριστοτέλης ἀπορεῖ καὶ πῶς ἐπιλύεται, ἐν τῇ Ἀριστοτελικῇ μαθησόμεθά λέξει, φέροντες ἔξωθεν πρὸς ἀναίρεσν τοῦ ἀντεχομένου δύο τινὰ ἐπιχειρήματα, ὧν τὸ μέν ἐστι λογικὸν ἤγουν ἐπιπόλαιον, τὸ δὲ ἕτερον πραγματειωδέστερον. προάγεται δὲ τὸ λογικὸν [*](8 διακρίνας κτλ.] cf, Ammon. fol. νsq. 13 τῶν scripsi: τὴν P 14 εἴτε ἀποφατικῆς addidi 23 τοῦτο δὲ κτλ.] cf. Ammon. fol. 10.5 r 27 ἔχουσιν ex ἔχουσαν corr. Ρ1 36 ἐπιπόλαιον scripsi: ἐπιπολέων P)
p. 18a34 Εἰ γὰρ πᾶσα κατάφασις καὶ ἀπόφασις ἀληθὴς ἤ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν. ἐντεῦθεν λαμβάνει τὴν ὑπόθεσιν τὴν λέγουσαν ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ὕπαρξις καὶ τῷ ψεύδει τῶν λόγων ἡ τῶν πραγμάτων ἀνυπαρξία ἕπεται. ἔστιν δὲ ὑπόθεσις ψευδὴς εἰς ἀδύνατον προαγομένη, καὶ ἔστιν τὸ σχῆμα τοῦτο εἰς ἀδύνατον ἀπαγωγή.
p. 18a38 Ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις. τὰς ἀπροσδιορίστους αἰνιττόμενος τοῦτό φησιν τὰς ἐχούσας ἴδιον τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι. φησὶν τοίνυν ὅτι ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων οὐ συμβαίνει τοῦτο.
p. 18b9 Ἔτι εἰ ἔστι λευκὸν νῦν, ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκόν. ἐντεῦθεν κατασκευὴν λαμ|βάνει τῆς ληφθείσης ὑποθέσεως [*](f. 61r) ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις ἀκολουθεῖ.
p. 18b16 Ἀλλὰ μὴν οὐδὲ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται καὶ τὰ ἑξῆς. οὐ μόνον τοῦτο ἔσται ἄτοπον, ὅπερ εἶπεν, ἀμφοτέρας τὰς προτάσεις ψευδεῖς εἶναι, ἀλλὰ πρὸς τούτοις εὑρεθήσεται καὶ ἐσόμενον τὸ πρᾶγμα καὶ μὴ ἐσόμενον. εἰ μὲν γὰρ ψευδής ἐστιν ἡ κατάφασις ἡ λέγουσα ὅτι αὔριον ἔσται ναυμαχία * * * ψευδοῦς γὰρ οὔσης τῆς καταφάσεως συμβαίνει τὴν ἀπόφασιν ἀληθεύειν, ἥτις ὑπέκειτο καὶ αὐτὴ ψευδής. εἰ δὲ πάλιν ψεύδεται ἡ ἀπόφασις ἡ λέγουσα ῾ αὔριον οὐκ ἔσται ναυμαχία᾿ , οὐκοῦν ἀληθεύει ἡ κατάφασις, καὶ ἔσται ναυμαχία, καὶ πάλιν τὸ αὐτὸ συμβήσεται.
p. 18b26 Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τὰ τοιαῦτα ἕτερα. ποῖά εἰσιν τὰ ἄτοπα, ὅτε μίαν τῶν προτάσεων τούτων εἴποι τις πάντως ὡρισμένως ψεύδεσθαι; συμβήσεται ἄτοπόν τι τὸ ἀναιρεθῆναι τὸ ἐνδεχόμενον καὶ πάντα ἐξ ἀνάγκης γίνεσθαι.
p. 18b31 Ὥστε οὔτε βουλεύεσθαι δέοι ἄν οὔτε πραγματεύεσθαι. ἐντεῦθεν ὥσπερ συνηγορῶν τῷ εἶναι τὸ ἐνδεχόμενον προάγεται. πραγματεύεσθαι δὲ λέγει τὸ ἐπιχειρεῖν ὅλως εἰς τὰ πράγματα. ἐν οἷς ἡ πρᾶξις.
<Πρᾶξις εݲ>
p. 19a23 Τὸ μὲν οὖν εἶναι τὸ ὃν ὅταν ᾖ καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾖ, ἀνάγκη καὶ τὰ ἑξῆς.
Τὰς φερομένας ἀπορίας κατὰ τοῦ ἐνδεχομένου ἤδη μεμαθήκαμεν, ὅπως αὐτοῦ τὴν ἀναίρεσιν ποιεῖν ὑπελάμβανον. οὐ μὴν ἀλλὰ καὶ τὰς πρὸς αὐτὰς λύσεις ὑπηνέγκαμεν. ἦν δὲ τὸ αݲ ἐπιχείρημα τὸ ἀπὸ τῆς θείας [*](19 lacunam indicavt; addendum est ἀληθεύει ἡ ἀπόφασις καὶ οὐκ ἔσται αὔριον ναυμαχία ψευδοῦς scripsi : ψευδὴς P 20 ἥτις scripsi: εἴτις P 24 ὅτε scripsi: ὅτι P 25 ψεύδεσθαι] fort, addendum est ἢ ἀληθεύειν 28 τῷ scripsi: τοῦ P 33 κατὰ scripsi: καὶ P 35 ὑπηνέγκωμεν P)
Ἑτερον δὲ θεώρημα παραδίδωσι περὶ τῆς διαιρέσεως τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου 〈καὶ κατηγορουμένου συγκειμένων〉 ὅπερ ἤδη μεμαθήκαμεν, ὅτι ἐν ταῖς προτάσεσιν ἀνάγκη τὸν ὑποκείμενον ἢ ὡρισμένον εἶναι ἢ ἀόριστον· καὶ εἴτε ὡρισμένος ἐστὶν ἢ ἀόριστος ὁ ὑποκείμενος πάντως ἔχει ῥήματα ἢ πτώσεις ῥήματος, ὅπερ αὐτὸς διὰ τὸ σαφὲς παρῆκεν, ἢ ἀόριστον ῥῆμα. καὶ τούτων τὰ παραδείγματα τέθεικεν τῶν μὲν ἐχόντων〉 ὡρισμένον τὸ ὑποκείμενον ῾ Σωκράτης βαδίζει, ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος βαδίζει᾿ . ὡσαύτως καὶ αἱ ἀποφάσεις ῾ Σωκράτης οὐ βαδίζει, 〈ἄνθρωπος οὐ βαδίζει〉, οὐδεὶς ἄνθρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει). ἀόριστον δὲ τὸ ὑποκείμενον τὸ ἔχον συνημμένην ἑαυτῷ τὴν οὔ ἄρνησιν. καὶ τὰ παραδείγματα τούτων δῆλα. ταῦτα εἰπὼν πέρας τίθησι τῇ παρούσῃ θεωρίᾳ· συγκαταπαύεται γὰρ τό τε παρὸν δεύτερον τμῆμα καὶ ἡ παροῦσα πρᾶξις.
Ἀρχὴ τοῦ γݲ τμήματος. <Πρᾶξις
p. 19b19 Ὅταν δὲ τὸ ἔστιν τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. |
[*](f. 62v)Ἐν τούτῳ τῷ τμήματι διαλέγεται περὶ προτάσεων τῶν συγκειμένων ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου, οἷον ἐν τῇ προτάσει τῇ λεγούσῃ ῾ Σωκράτης δίκαιός ἐστιν᾿ τὸ μὲν Σωκράτης ὑπόκειται, τὸ δὲ δίκαιος κατηγορεῖται, τὸ δὲ ὑπαρκτικὸν ῥῆμα τὸ ἔστιν τρίτον προσκατηγορεῖσθαι λέγεται. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ταῦτα τὰ τρία κεφάλαια ζητήσωμεν· πρῶτον μὲν τὸν ἀριθμὸν τῶν τοιούτων προτάσεων, δεύτερον δὲ πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων καταφάσεων, καὶ τρίτον περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, τοῦτ ἔστι ποία πρότασις ποίᾳ προτάσει συνέπεται. ἀρκτέον οὖν τοῦ πρώτου, καὶ εἴπωμεν τὸν ἀριθμὸν τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν αἱ τοιαῦται προτάσεις διπλασίονες τῶν ἄλλων τῶν συγκειμένων ἐκ κατηγορουμένου καὶ ὑποκειμένου· ἐκεῖ μὲν γὰρ ἀπεδείχδη ρμδ εἶναι τὰς προτάσεις, [*](4 ἤ scripsi: καὶ τὸ P 6 ἢ οὐκ ἔσται add. Diels πρᾶγμα addidi 8 διαιρέσεως ρέσεως scripsi: δία P 9 καὶ — συγκειμένων addidi 11 ὡρισμένος scripsi: ὡρισμένως P 12 πτώσεις scripsi: πτῶσις P σαφὲς scripsi: ἀσαφὲς P 13 τῶν μὲν ἐχόντων addidi 31 ἀκολουθίας] ἀκολουθείας ex ἀκολουθίας corr. Ρ1 33 εἴπωμεν scripsi: εἴπομεν P)
Δεύτερόν ἐστι κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων καταφάσεων, τίνι συνάπτοντες τὴν οὔ ἄρνησιν, ἆρα τῷ ὑποκειμένῳ ἢ τῷ κατηγορουμένῳ ἢ τῷ τρίτῳ προσκατηγορουμένῳ. καὶ ὅτι μὲν τῷ ὑποκειμένῳ οὐ δεῖ συνάπτειν ἤδη μεμαθήκαμεν. ἀλλὰ μὴν οὐδὲ τῷ κατηγορουμένῳ, διότι πάλιν γίνεται ἀόριστος κατάφασις, ἣν ὁ Θεόφραστος ἐκ μεταθέσεως ἐκάλεσεν, ἢ διὰ τὸ μετατίθεσθαι τὴν οὔ ἄρνησιν ἐκ τοῦ ἔστι τρίτου προσκατηγορουμένου ἐπὶ τὸν κατηγορούμενον, ἢ ὅτι μετατίθεται αὐτῶν ἡ τάξις ἐν τῷ διαγράμματι· γίνεται γίνεται ὡς μαθησόμεθα, οὐκέτι ἡ κατάφασις ὑπὸ τὴν κατάφασιν καὶ ἡ ἀπόφασις ὑπὸ τὴν ἀπόφασιν. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ Θεόφραστος ἠξίωσεν τὰς τοιαύτας προτάσεις ἐκ μεταθέσεως ὀνομάζειν. ὡς οὖν εἴπομεν, οὐ δεῖ τῷ κατηγορουμένῳ συνάψαι τὴν οὔ ἄρνησιν, ἀλλὰ τῷ τρίτῳ προσκατηγορουμένῳ· εἰ γὰρ τῷ κατηγορουμένῳ συνάψωμεν, οὐ μόνον ἀόριστον κατάφασιν ποιοῦμεν, ὡς εἴπομεν τὸ γὰρ ῾ ἄνθρωπος οὐ δίκαιός ἐστι᾿ κατάφασις μέν ἐστιν ἀόριστος δέ), οὐ μόνον οὖν τοῦτο συμβαίνει, ἀλλ’ οὖν καὶ τὸ κῦρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ τρίτον προσκατηγορούμενον ἔχει · ὅθεν καὶ οὕτως προσωνομάσθησαν αἱ τοιαῦται προτάσεις ἐκ τρίτου προσκατηγορουμένου. βουλόμεθα οὖν ἐνταῦθα ἀνελεῖν τὸν δεσμόν, ἵνα λυθῇ ὅλη ἡ κατάφασις. τὸ γὰρ δίκαιον ἀδύνατον ἦν συναφθῆναι τῷ ἀνθρώπῳ, εἰ μὴ διὰ τοῦ ἔστιν ὑπαρ- [*](f. 63v) κτικοῦ ῥήματος· δεῖ τοίνυν λῦσαι τὸν δεσμόν, ἵνα ὅλη ἡ κατάφασις λυθῇ. καὶ ταῦτα μὲν ἐὰν ὦσιν ἀπροσδιόριστοι αἱ προτάσεις. ἐν δὲ ταῖς προσδιωρισμέναις προτάσεσιν, ὡς εἴρηται, τῷ προσδιορισμῷ δεῖ συνάπτειν τὴν οὔ ἄρνησιν. πρῶτον μὲν διὰ τὸ κῦρος τοῦ προσδιορισμοῦ. ὁ γὰρ προσδιορισμὸς ποσὸν σημαίνει, ὡς ἤδη φθάσαντες ἀπεδώκαμεν· αὐτῷ οὖν συνάπτομεν τὴν οὔ ἄρνησιν, ἵνα τὸ ποσὸν ἀνέλωμεν. ἐκείνου γὰρ λέγοντος ὅτι πᾶς [*](22. 23 ἣν ὁ Θεόφραστος κτλ.] cf. Ammon. fol. 129r 31 εἴπομεν scripsi: εἴπωμεν P)
Tρίτον ἐστὶ κεφάλαιον, ἐν ᾧ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων διαλεγόμεθα, ποία πρότασις ποίᾳ προτάσει μὲν ἕπεται, ποίᾳ δὲ οὕ. τοῦτο δὲ μανθάνομεν οὕτως. δύο ἀντιθέσεων γινομένων, τῆς μὲν ὡρισμένης τῆς δὲ ἀορίστου ὡρισμένην δὲ ἀντίθεσιν ἐνταῦθα λέγω τὴν ἔχουσαν ὡρισμένον τὸν κατηγορούμενον, ἀόριστον δὲ τὴν ἔχουσαν ἀόριστον τὸν κατηγορούμενον· καλοῦμεν δὲ τὴν μὲν ὡρισμένην ἀντίθεσιν ἁπλῆν, οἷον ῾ ἄνθρωπος δίκαιός ἐστιν, ἄνθρωπος δίκαιος οὐκ ἔστι᾿ , τὴν δὲ ἀόριστον ἐκ μεταθέσεως, ὡς εἴρηται) · γεγόνασιν οὖν δ μόρια ἤγουν δ προτάσεις ῾ ἄνθρωπος δίκαιός ἐστι ἁπλῆ κατάφασις, ῾ ἄνθρωπος δίκαιος οὐκ ἔστιν᾿ ἁπλῆ ἀπόφασις, ῾ ἄνθρωπος οὐ δίκαιός ἐστιν᾿ ἐκ μεταθέσεως κατάφασις, ῾ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’ ἐκ μεταθέσεως ἀπόφασις. τούτων δὲ τῶν δ μορίων ὄντων τὰ μὲν δύο μόρια,’ ἔστι τὰ ἐκ μεταθέσεως, | πρὸς τὴν ἁπλῆν ἀπόφασίν τε καὶ [*](f. 64r) κατάφασιν οὕτως ἕξουσι κατὰ τὴν ἀκολουθίαν ὡς αἱ στερητικαὶ καταφάσεις καὶ ἀποφάσεις. ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ῾ ἄνθρωπος ἄδικος οὐκ ἔστι’ ἕπεται τῇ ἁπλῇ καταφάσει καὶ ἐπὶ πλέον ἐστὶν αὐτῆς, οὕτως καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ῾ ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν ’ ἕπεται τῇ ἁπλῇ καταφάσει τῇ λεγούσῃ ‘ ἄνθρωπος δίκαιός ἐστι, καὶ ἐπὶ πλέον αὐτῆς ἐστιν. ἡ μὲν γὰρ στερητικὴ ἀπόφασις ἡ λέγουσα ῾ ἄνθρωπος ἄδικος οὐκ ἔστιν ’ ἁρμόζει οὐ μόνον ἐπὶ <τῶν δικαίων> ἀνθρώπων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ τῶν ἐχόντων μέσην τὴν ἕξιν· ὡσαύτως καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ῾ ἄνθρωποςοὐ δίκαιος οὐκ ἔστιν’ ἐπὶ τῶν αὐτῶν ἁρμόζει. ἡ μέντοι κατάφασις ἡ ἁπλὴ ἡ λέγουσα ῾ ἄνθρωπος δίκαιός ἐστιν ’ ἐπὶ μόνων τῶν δικαίων ἁρμόζει. πάλιν ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἡ λέγουσα ῾ ἄνθρωπος οὐ δίκαιός 〈ἐστιν〉’ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ῾ ἄνθρωπος δίκαιος οὐκ ἔστιν’. ἡ μὲν γὰρ στερητικὴ κατάφασις μόνον ἐπὶ τῶν ἀδίκων λέγεται, ἡ δὲ ἁπλὴ ἀπόφασις οὐ μόνον ἐπὶ τῶν ἀδίκων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ λίθων καὶ ἁπλῶς ἐπὶ τῶν μηδὲ ὅλως δεκτικῶν ὄντων τῆς δικαιοσύνης. ὥσπερ οὖν ἡ στερητικὴ κατάφασις ἐπ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως, οὕτως καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ῾ ἄνθρωπος οὐ δίκαιός ἐστιν ’ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ῾ ἄνθρωπος δίκαιος οὐκ ἔστν᾿ . ἡ μὲν γὰρ ἁπλὴ ἀπόοὕτω [*](3 scripsi: οὐ P 4 συνάψωμεν scripsi: συνάψομεν P 28 τῶν δικαίων addidi 31 ἁπλῆ ἡ in litura P 32 ἐκ μεταθέσεως iu litura P2 35. 36 τῶν ἀδίκων (ante ἀλλὰ) scripsi, cf. p. 42, 2 : ἀνθρώπων P)
p. 19b20 Οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημί συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει. ἰστέον ὅτι τὸ συγκεῖσθαι οὐ καλῶς εἶπεν· οὐ γὰρ σύγκειται ἐκ δύο τινῶν ἢ πλειόνων τὸ ἔστι· πᾶν γὰρ συγκείμενον τοὐλάχιστον ἐκ δύο τινῶν σύγκειται. σὺ οὖν λαβὲ τὸ δυγκεῖσθαι ἢ ἀντὶ τοῦ προσκεῖσθαι, ὅπερ αὐτὸς μικρὸν ὕστερον τῷ συγκεῖσθαι ἐπήγαγεν, ἢ συγκεῖσθαι ἀντὶ τοῦ σὺν τοῖς ἄλλοις κεῖσθαι, οἷον σὺν τῷ κατηγορουμένῳ καὶ ὑποκειμένῳ. ὄνομα δὲ ἢ ῥῆμα εἶπεν νῦν οἷον ῾ ᾦ βούλῃ ὀνόματι καλέσῃς αὐτό.’ εἶπεν ὄνομα τῷ κοινῷ προσρήματι· εἴπομεν γὰρ ὅτι καὶ τὸ ὄνομα τὸ παρ’ ἡμῖν καὶ τὸ ῥῆμα καὶ πᾶν μέρος λόγου ὄνομα ἐπεκάλουν οἱ παλαιοί. εἰ δὲ ῥῆμα εἴποις τὸ ἔστι, τότε τῷ ἰδικῷ ὀνόματι καλεῖς αὐτό. ἰστέον δὲ ὅτι κατάφασιν καὶ ἀπόφασιν λέγει τὰς ἁπλᾶς προτάσεις, οὐχ ὡς καὶ τῶν ἄλλων μὴ οὐσῶν καταφάσεων καὶ ἀποφάσεων, ἀλλὰ τὰς ἁπλᾶς λέγει καταφάσεις καὶ ἀποφάσεις, ἐπειδὴ αὗται κυριώτεραί εἰσιν τῶν ἄλλων προτάσεων.
p. 19b24 Λέγω δὲ ὅτι τὸ ἔστι ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ. ἐνταῦδθα καλῶς εἶπεν ἐπὶ τοῦ ἔστι προσκείσεται * * * ἁπλῆν ἐσήμανεν πρότασιν, ἐν δὲ τῷ εἰπεῖν οὐ δικαίῳ τὴν ἐκ μεταθέσεως ‘ἔστιν οὐ δίκαιος ἄνθρωπσς᾿.
Ἐντεῦθεν τὰς ἐκ μεταθέσεως προτάσεις παραδίδωσι. καὶ ἄξιον ζητῆσαι περὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἆρά γε κατάφασιν σημαίνει ἢ ἀπόφασιν. λέγομεν τοίνυν ὅτι ἡ ἐκ μεταθέσεωσ ἀπόφασις ἕπεται τῇ ἁπλῇ καταφάσει· καὶ εἰκότως, διότι ἐπὶ τῶν ὄντων ὅταν ληφθῶσιν δύο ἀρνήσεις [*](1 αἱ διαγώνιοι scripsi: διαγωνίοις P 8 καὶ ἡ scripsi: ἡ P 16 ἀπείληφεν ex ἀπειλήφαθν λήφαμεν corr. P 22 τῷ scripsi: τὸ P 23 κεῖσθαι scripsi: κεῖται P 25 αὐτό scripsi P αὐτῶ P εἶπεν] fort, εἰπὼν εἴπομεν] cf p. 0, 4 sqq. 33 lacunam indicavi: addendum καὶ ἐν τῷ εἰπεῖν τῷ δικαίῳ προσκείσεται)
p. 19b30 Ταῦτα μὲν οὖν, ὥσπερ ἐν Ἀναλυτικόῖς λέγεται, οὕτως τέτακται. ἰστέον ὅτι ὅσον ἐκ τῆς φράσεως του ῥητοῦ τούτου πρότερά εἰσιν τὰ Ἀναλυτικὰ τῆς παρούσης πραγματείας· εἶπεν γὰρ ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγεται. λαβὲ οὖν τὸ λέγεται ἀντὶ τοῦ λεχθήσεται· σκοπὸν γὰρ ἔχων περὶ ἐκείνων γράψαι εἶπεν τὸ λέγεται.
p. 19b31 ‘Oμοίως δὲ ἔχει κἀν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασις. ἐπειδὴ δὲ πάντα ὅσα εἶπεν ἄνω ὡς ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων ἐγύμνασεν, φησὶ νῦν ὅτι καὶ ἐπὶ τῶν προσδιωρισμένων τὸ αὐτὸ συμβήσεται.
p. 19b35 Πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν· ἐνδέχεται δέ ποτε. εἴπομεν καὶ ἐν τῇ θεωρίᾳ ὅτι διααἱ ἀεὶ συναληθεύουσαι ἄνθρωπος δίκαιός ἐστι ἄνθρωπος δίκαιος οὐκ ἔστι ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστι ἄνθρωπος οὐ δίκαιός ἐστι αἱ ποτὲ μὲν ἀληθεύουσαι ποτὲ δὲ ψευδόμεναι πᾶς ἄνθρωπος δίκαιός ἐστι ψ οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι οὐ πᾶς ἄνθρωπος <οὐ> δίκαιος ς πᾶς ἄνθρωπος οὐ γݲ ἐπ’ ἔλαττον | ἄνθρωπος δίκαιός ἐστι | ἁπλαῖ | ἄνθρωπος δίκαιος οὐκ ἔστι πλέον Χ #x772; ἐπὶ πλέον | ἄνθρωπος ἄδικος οὐκ ἔστι | στερητικαὶ | ἄνθρωπος ἄδικός ἐστι | ἔλαττον TN χݲ ἐπὶ πλέον | ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστι | ἐκ μεταθέσεως | ἄνθρωπος ἐστι | ἐπ’ ἔλαττον γ [*](1 προσρήματος scripsi : προσρήματι P 2 κατάφασιν ex κατὰ φύσιν corr. P 6 ante κατάφασιν add. διαφ P 9 τὸ οὐ scripsi : τοῦ P 22 συναληθεύουσαι ex συναληθεύουσιν corr. Ρ1 27 οὐ addidi)
p. 19b37 Ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντες. ἐπειδὴ τὰς ὡρισμένον ἐχούσας τὸν ὑποκείμενον προτάσεις ἐγύμνασεν, φησὶν ὅτι εἰσὶν καὶ ἄλλαι προτάσεις ἀόριστον ἔχουσαι τὸ ὑποκείμενον καὶ ὁμοίως τὰς καταφάσεις καὶ ἀποφάσεις ποιοῦσαι· πλὴν κεχωρισμέναι εἰσὶν αὗται τῶν ἐχουσῶν ὡρισμένον τὸ ὑποκείμενον. ταῦτα ἔχει ἡ πράξις.
<Πρᾶξις βݲ.>
p. 20a3 Ἐφ᾿ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττῃ ἐπὶ τοῦ ὑγιαίνειν [*](f.66v) καὶ βαδίζειν, ἐπὶ τούτων τὸ αὐτὸ ποιεῖ οὕτως τιθέμενον ὡς ἂν εἰ τὸ ἔστι προσήπτετο, καὶ τὰ ἑξῆς.
Τοῦτο τὸ θεώρημα, ὃ νῦν Ἀριστοτέλης παραδίδωσιν, τινὲς τῶν ἐξηγητῶν ὑπέλαβον αὐτὸν λέγειν, ὅτι ὥσπερ ἐγένετο ἀκολουθία καὶ τάξις τῶν προτάσεων., αἷς ἦν τὸ ἔστι τρίτον προσκατηγορόύενον, οὕτως ἐστὶ καὶ ἡ ἀκολουθία καὶ ἡ τάξις καὶ ἐν ταῖς προτάσεσιν, ἐν αἷς ἀντὶ τοῦ ἔστιν ἕτερον ῥῆμα λαμβάνομεν, οἷον ῾ ἄνθρωπος δίκαιος βαδίξει᾿. ὅτι δὲ τοῦτο οὐκ ἔστιν ἀληθὲς δῆλον· οὐ γάρ ἐστιν ἐνταῦθα ἡ πρότασις ἐκ τρίτου προσκατηγορουμένου, ἀλλὰ συνθετός ἐστιν ὁ ὑποκείμενος. ἀδύνατον γάρ ἐστιν ἕτερόν τι ῥῆμα τρίτον προσκατηγορεῖσθαι ὡσαύτως· καὶ ἐνταῦθα δὲ προσδιωρίσατο καὶ ἐν τοῖς Ἀναλυτικοῖς εἶπεν, ὡς ἔχομεν σὺν θεῷ μαθεῖν. ἄλλοι δὲ λέγουσιν ὅτι τὸ ζητούμενον ἐν τούτοις ἐστὶν ὡς ἐν ταῖς προτάσεσιν ἐν αἷς δυνάμει θεωρεῖται τὸ ἔστιν , ὡς ἐν τῷ ῾ Σωκράτης βαδίζει᾿ ἐνταῦθα γὰρ δυνάμει πρόσκειται τὸ ἔστιν· ἀναλυόμενον γὰρ τὸ ῥῆμα εἰς τὴν οἰκεῖαν μετοχὴν μετὰ τοῦ ἔστι ῥήματος ἀναλύεται, ὡς τὸ ‘Σωκράτης βαδίζει᾿ ἀντὶ τοῦ ῾ Σωκράτης βαδίζων ἐστίν᾿ ), ὅταν οὖν οὕτως γένηται ῾ Σωκράτης βαδίζων ἐστί᾿ , ‘Σωκράτης οὐ βαδίζων ἐστίν᾿ , ἆρα κατάφασίς ἐστι ἢ ἀπόφασις· καὶ λέγει ὅτι ἀπόφασις. τοῦτο δὲ ἐνταῦθα ζητήσεως οὐκ ἔστιν ἄξιον. τίς γὰρ ἀποκλήρωσις τὴν μὲν ῾ ἄνθρωπος οὐ δίκαιός ἐστι᾿ κατάφασιν εἶναι, τὴν δὲ ῾ ἄνθρωπος οὐ βαδίζων ἐστί᾿ μὴ εἶναι κατάφασιν; ἡμεῖς δὲ λέγομεν, ἐπειδὴ [*](3. 4 post διαγωνίων fort, excidit ἀντιθέσεων ἀληθεύει] fort. συναληθεύει 7 προστεθέντες] sic etiam nouuulli libri de Interpr. 19a38, cf. Waitz I. 134: προστεθέντο.ς recte Ammonius fol. 141 r 8 ἐγύμνασεν scripsi: ἐγύμνωσεν P 13 ἐφ’ ὅσων ex Aristotele scripsi : ἐφ’ ὅσον P 16 τινὲς τῶν ἐξηγητῶν κτλ.] cf. Ammon. fol. 141v 18 αἷς scripsi: αἶ P προσκατηγορούμενον scripsi: κατηγορούμενον P 23 προσδιωρίσατο] an προδιωρίσατο? 24 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. pr. Α1 ἄλλοι δὲ κτλ·] cf. Ammon. fol. 142r 32 τὴν utrobique scripsi cf. Ammon. fol. 142 v: του P ἄνθρωπος μὲν P κατάφασιν scripsi: κατάφασις P)
Εἶτα ἐπειδὴ ἐν τῷ προειρημένῳ παραδείγματι οὐκ ἐμπεριείχετο ἡ καθόλου ἀπόφασις ἡ λέγουσα ῾ οὐδεὶς ἄνθρωπος δίκαιός ἐστι᾿, ζητεῖται ποία πρότασις ταύτῃ ἕπεται. καὶ ἀποφαίνεται ὅτι ἡ καθόλου τε καὶ ἐκ μεταθέσεως οὖσα κατάφασις. οἷον ἁπλῆ ἀπόφασις ῾ οὐδεὶς ἄνθρωπος πτερωτός ἐστι’· ταύτῃ ἕπεται ῾ πᾶς ἄνθρωπος οὐ πτερωτός ἐστιν ’. ἀκολουθεῖ δὲ καὶ ἡ μερικὴ κατάφασις τῇ μερικῇ ἀποφάσει ποτέ. ῾ τὶς ἄνθρωπος δίκαιός ἐστι’ μερικὴ κατάφασις, ῾ οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’ μερικὴ ἀπόφασις. οὕτως μὲν Ἀριστοτέλης ἐπὶ τῶν παραδειγμάτων ἀπέδειξεν ποία πρότασις ποίᾳ προτάσει ἕπεται. ὁ δὲ Πρόκλος καθόλου μέθοδόν τινα τῆς τούτων εὑρέσεως παραδίδωσιν. ἡ δὲ μέθοδός ἐστι τοιαύτη· ἐὰν προταθῇ τις πρότασις, φύλαξον τὸν αὐτὸν ὑποκείμενον καὶ τὸ αὐτὸ ποσόν, ἄλλαξον δὲ τὸ αὐτὸ] ποιὸν καὶ τὸν κατηγορούμενον. καὶ τὸ μὲν ποιόν οὕτως· ἐὰν ἡ προταθεῖσα πρότασις καταφατική ἐστι ποίησον αὐτὴν ἀποφατικήν, καὶ ἔμπαλιν ἐὰν ἀποφατική ἐστι, ποίησον αὐτὴν καταφατικήν. τὸν δὲ κατηγορούμενον ἀμείβεις οὕτως, ἐὰν ὡρισμένον ἐστί, ποιῶν αὐτὸν ἀόριστον, καὶ τὸ ἀνάπαλιν ἐὰν ἀόριστον, ὡρισμένον. ὅταν οὖν τὸ μὲν ποσὸν τὸ αὐτὸ φυλάξῃς, οἷον εἰ μὲν μερική, μερικὴν ποιῶν, καὶ εἰ καθόλου, καθόλου, καὶ τὸν ὑποκείἔστιν [*](3 addidi 6 lacunain indicavi: μήτις ἀδιάφορον εἶναι ὑπολάβῃ πρὸς τὸ γενέσθαι τὴν ἀπόφασιν τὸ ἀφαιρεῖν μὲν τοῦ ἀορίστου ὑποκειμένου τὸ ἀρνητικὸν μόριον, προτάττειν δὲ αὐτὸ τοῦ προσδιορισμοῦ Ammon fol. 143r 7 ποιήσῃ scripsi : ποιήσει P 8 καταφάσεως scripsi : κατάφασις P 8. 9 δίκαιός ἐστι] conicias δίκαιος οὐκ ἔστι (cf. etiam Boethius. II p. 319,5); sed v. Ammon. fol. 143 f 12 οὐ scripsi: οὕτως P πᾶς (post οὐ) ex πᾶν corr. P1 13 τινὰ scripsi, cf. p. 29, 1. 6: τὴν P 16 ὀπῷ κείμενον scripsi: κείμενον P 17 οὐκ ἐμπεριείχετο scripsi : οὐκεπεριείχετο P 21 πᾶς scripsi : οὐδεὶς (sic) P 25 μέθοδόν τινα κτλ.] cf. Ammon. fol. 146r εὑρέσεως scripsi: ἐρέσεως P 26 προταθῆι ex προτιθῆι corr. Ρ1 27 αὐτὸ delevi 28 προταθεῖσα scripsi, cf. v. 26 et p. 47, 6: προστεθεῖσα P 33 μερική scripsi: μερικὴν P)
p. 20a23 Φανερὸν δὲ ἐπὶ μὲν τῶν καθ’ ἕκαστον, εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καταφῆσαι ἀληθές· οἷον ἆρα Σωκράτης σοφός; οὔ. Σωκράτης ἄρα οὐ σοφός ἐστι. πληρώσας τὸν περὶ τῆς ἀκολουθίας τῶν προτάσεων λόγον ἐντεῦθεν ἕτερά τινα τοῖς εἰρημένοις ἀκόλουθα θεωρήματα παραδίδωσιν. ἀλλὰ πρῶτον τὴν ἀναφανεῖσαν ἡμῖν ἀπορίαν εἰς τὸ διάγραμμα τὸ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων διεξέλθωμεν· μετὰ δὲ ταῦτα τὰ τούτοις ἀκόλουθα μαθησόμεθα. ἐρρέθη γὰρ τοίνυν ἐν τῷ διαγράμματι ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις ἀπροσδιόριστος μερικωτέρα τῆς ἁπλῆς ἀποφάσεως οὖσα τυγχάνει. ἦν δὲ αὕτη ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστι’, καὶ εἶπον ὅτι τῆς λεγούσης ῾ ἄνθρωπος δίκαιος οὐκ ἁπλῆς ἁπλῆς ἀποφάσεως μερικωτέρα ἐστίν. κατεσκεύασαν δὲ τοῦτον τὸν τρόπον · ἐλάμβανον τὸν κατηγορούμενον σύνθετον καὶ ἐδείκνυον ὅτι ἐφ’ ὅσων μὲν αὕτη ἀληθής ἐστιν, ἐκείνη οὐκ ἔστιν ἀληθής, ἤγουν ἡ ἁπλῆ ἀπόφασις· ὥστε ἐκ τούτων συνάγεσθαι ὅτι ἡ ἁπλὴ | ἀπόφασις καθολικωτέρα [*](f. 68r) ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. οἷον ἔστω ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ῾ τὸ παιδίον ἄνθρωπός ἐστιν οὐ δίκαιος᾿ · ἀληθής ἐστι καὶ ἁρμόζει· ἔστω καὶ ἀπόφασις ἡ λέγουσα ῾ τὸ παιδίον ἄνθρωπος δίκαιος οὑκ ἔστιν᾿· ψευδής 〈ἐστι〉. ὥσθ’ αὕτη μὲν καθολικωτέρα ἐστίν, ἐκείνη δὲ ἡ ἐκ μεταθέσεως καταφατικὴ μερικωτέρα. καὶ οὕτως μέντοι δῆθεν ἀπέδειξαν· ἡμεῖς δὲ λέγομεν μηδὲν διαφέρειν κατὰ τὸ σημαινόμενον τὴν ἁπλῆν ἀπόφασιν τῆς ἐκ μεταθέσεως καταφάσεως, εἴτε ἀπλοῦς ἐστιν ὁ κατηγορούμενος εἴτε σύνθετος. εἰ γὰρ δείξωμεν ὅτι ἐφ’ ὅσων ἀληθεύει ἡ μία τούτων, πάντως καὶ ἡ λοιπὴ συναληθεύει, καὶ ἐφ’ ὅσων ψεύδεται, πάντως καὶ ἡ λοιπὴ συμψεύδεται, δῆλον ὅτι οὐδὲν διαφέρουσιν ἀλλήλων. ὥσπερ γὰρ εἰ δείξωμεν ὅτι ἐφ’ ὅσων κατηγορεῖται ὁ ἄνθρωπος, ἐπὶ τοσούτων καὶ τὸ γελαστικόν, καὶ διὰ τοῦτο ἐξισάζουσιν καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα καὶ μηδεμία τούτων ἐστὶ διαφορά, οὕτως καὶ ἐπὶ τῶν προκειμένων· ἀλλὰ [*](23 εἰπὸν P 24 κατεσκεύασαν δὲ κτλ.] cf. Ammon. fol. 130r 31 ἐστι addicli ὥσθ’ αὕτη scripsi: ὡσταύτη P)
Καὶ ἄλλως οἱ εἰρηκότες ἰὴν ἐκ μεταθέσεως κατάφασιν ἐπὶ τῶν ἀπροσδιορίστων μερικωτέραν εἶναι τῆς ἁπλῆς ἀποφάσεως ἔφασαν τὴν ἐκ μεταθέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως. οἷον κεῖται. ἐν τῷ δευτέρῳ διαγράμματι ῾πᾶς ἄνθρωπος δίκαιός καθόλου κατάφασις· ἐπ’ εὐθείας δὲ ταύτῃ κεῖται ἡ ἀντιφατικῶς αὐτῇ ἡ λέγουσα ῾οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’ μερικὴ ἀπόφασις. πάλιν ὑπὸ τὴν ἀπλῆν καθόλου κατάφασιν κάτω τεθείκασιν ἐκ μεταθέσεως ἀπόφασιν τὴν λέγουσαν ῾ οὐ πᾶς ἄνθρωπος <οὐ> δίχαιός ἐστιν ’· ἐπ’ εὐθείας δὲ κεῖται ταύτῃ <ἡ> ἀντιφατικῶς μαχομένη κατάφασις οὖσα ἡ λέγουσα ῾πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι’. καὶ εἶπον ἡ μερικὴ ἀπόφασις ἐκ μεταθέσεως ἐπὶ πλέον ἐστὶ τῆς καθόλου ἁπλῆς καταφάσεως. πρὸς δὲ τούτοις τὸν κανόνα οὐ παρήγαγον τοῦ Πρόκλου, ὅτι εἰ βούλῃ προτάσεως τινος προταθείσης τὴν ἀκολουθοῦσαν ταύτῃ φύλαξον τὸ ὑποκείμενον καὶ τὸ ποσόν, ἄμειψον δὲ | τὸν κατηγορούμενον [*](f. 69v) καὶ τὸ ποιόν· καὶ πάντως ἐκείνη ἡ πρότασίς ἐστιν ἡ ἰσοδυναμοῦσα καὶ συνακολουθοῦσα. ἔτι δὲ ὅτι ἐπὶ τῶν προσδιωρισμένων προτάσεων κατὰ τὸν προειρημένον κανόνα καὶ αἱ καταφάσεις ἀκολουθοῦσι ταῖς ἀποφάσεσιν καὶ αἱ ἀποφάσεις ταῖς καταφάσεσιν, ἐπεὶ τοίνυν ἐνταῦθα κεῖται πᾶς ἄνθρωπος δίκαιός ἐστι’, ἕπεται δηλονότι ταύτῃ κατὰ τὸν κανόνα ῾ οὐδεὶς ἄνθρωπος οὐ δίκαιος ἐστι’. ἐφύλαξα γὰρ καὶ τὸ ποσὸν καὶ τὸ ὑποκείμενον, ἤμειψα δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν, ἐπειδὴ ἐκεῖ μὲν ἐστί, ἐνταῦθα δὲ ἀόριστος. ὥστε τῇ ἁπλῇ καθόλου καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως καθόλου ἀπόφασις. ἔλεγον δὲ καὶ τὴν μερικὴν ἐκ μεταθέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως καὶ ἀκολουθεῖν αὐτῇ. εὑρεθήσεται τοίνυν καὶ ἡ καθόλου ἐκ μεταθέσεως ἀπόφασις καὶ ἡ μερικὴ τὴν αὐτὴν δύναμιν ἔχουσαι, εἰ ἄμφω τῇ καθόλου ἁπλῇ κατα- φάσει ἕπονται. καίτοι· πῶς ἐνδέχεται τῇ μερικῇ <τὴν> καθόλου τὴν [*](3 εἴπωμεν scripsi: εἴπομεν P τὴν addidi 7 ἀληθεύω scripsi: ἀληθεύοι P 8 οὐκ, quod erat ante ἄνθρωπος, ante ἔστι posui 12 μέσην ἐμβληθῆναι sciipsi: μεσεμβληθῆναι P 13 τὴν—ἐπὶ repetit P 14 ἀποφάσεως scripsi: καταφάσεως P 20 οὐ (ante δίκαιος) addidi 21 ἡ addidi 33 τὸν scripsi: τὸ P 38 εἰ scripsi: ἢ P 39 ἕπονται scripsi: ἔσονται (sic) P καίτοι scripsi: καὶ P τὴν addidi)
Ἀλλἀ ζητῆσαι ἄξιον, πῶς εἶπεν Ἀριστοτέλης ὅτι ‘ἡνίκα τὸ ἔστιν τρίτον προσκατηγορεῖται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. δῆλον ὅτι δ τούτων δὲ τῶν δ μορίων τὰ μὲν δύο οὕτως ἕξουσιν πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν κατὰ τὸ στοιχοῦν ἤτοι τὴν ἀκολουθίαν ὡς αἰ στερήσεις, τὰ δὲ δύο οὔ.’ λέγομεν οὖν ὅτι οὐδὲν ἀδύνατον συμβαίνει. οὐ γὰρ εἶπεν Ἀριστοτέλης ὅτι οὕτως ἕξουσιν οὔτε] κατὰ τὸ καθολικώτερόν τε καὶ μερικώτερον, οὔτε δεῖ οὕτως νοεῖν, ἀλλὰ μόνον τὴν ἀκολουθίαν σημαίνων εἶπεν αὐτό ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ῾ἄνθρωπος ἄδικος οὐκ ἔστιν ’ ἀκολουθεῖ τῇ καταφάσει τῇ λεγούσῃ ῾ ἄνθρωπος δίκαιός ἐστιν ’ ἁπλῇ * * * * * * εἰς τὸ ἐν τοῖς Ἀναλυτικοῖς παραδιδόμενον εἶπεν ὅλην τὴν [*](f. 70v) ἀντίφασιν δεῖν ἐρωτᾶν. ὁ δὲ Ἀλέξανδρος τοῖς ἐνταῦθα προσέχων εἶπεν θάτερον μόριον τῆς ἀντιφάσεως ἐρωτᾶν. καὶ σχεδὸν τὰ αὐτὰ λέγουσιν· πλὴν σαφεστέρα ἐστὶν ἡ τοῦ ἑνὸς μορίου τῆς ἀντιφάσεως ἐρώτησις· δύναται γὰρ πρὸς αὐτὸ ἀπαντῆσαι ὁ ἐρωτώμενος καὶ ἀποκρίνασθαι ἢ τὸ ναὶ ἢ οὔ. ἐὰν γὰρ εἴποι τις ὅλον τοῦτο ‘πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ θνητή’, καὶ ἀποκρινόμενος ἐκεῖνος ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἄδηλόν ἐστι πρὸς μόριον τῆς ἀντιφάσεως τὴν ἀπόκρισιν ἐποιήσατο. ὥστε μᾶλλον ἐν τούτοις Ἰαμβλίχου προαιρετέον Ἀλέξανδρον. ἔλεγεν δὲ Ἰάμβλιχος ὅτι ὁ πυνθανόμενος, εἰ καὶ μίαν πρότασιν λέγει, ἀλλ’ οὖν δυνάμει ὅλην τὴν ἀντίφασιν ἐρωτᾷ ὁ πυνθανόμενος]· ἐν γὰρ τῷ λέγειν ῾ πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ]’ πάντως καὶ τὸ ἄλλο νοεῖται οἷον θνητή. ὥστε κἂν τὴν μίαν πρότασίν τις ἐρωτήσῃ κἂν ὅλην τὴν ἀντίφασιν, ταὐτόν ἐστι.’ καὶ καλῶς μὲν λέγει· πλὴν Ἀλεξάνδρῳ μᾶλλον δεῖ πείθεσθαι διὰ τὰς προειρημένας αἰτίας. ἐν οἷς ἡ πράξις.
<Πρᾶξις γݲ>.
p. 21a6 Ὅπως δὲ θετέον, λέγομεν νῦν. τῶν δὴ χαὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατατοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔσται ἕν, λοιπά.
Eἴπομεν κατὰ τὴν προτεραίαν ὅτι διπλοῦν θεώρημα παραδίδωσιν ὁ φιλόσοφος μέχρι τοὐ τέλους, ἐν ᾧ ζητεῖ, ἆρα δύναται τὰ ἰδίως λεγόμενα [*](7 ἤτοι scripsi: ἡ καὶ P ἀκολούθειαν P 9 οὔτε delevi 12 addendum οὕτω καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ῾ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν ’ 13 τὸ κτη.] haec pertinent ad p. 20b22 sqq. εἶπεν] scil. Ἰάμβλιχος, cf. v. 21 Ammou. fol. 161v sq. Ἰάμβλιχος ἑπόμενος) τοῖς λεγομένοις περὶ αὐτῆς (scil. τῆς διαλεκτικῆς. ἐρωτήσεως) ἐν τῷ προοιμίῳ τῶν Ἀναλυτικῶν (Anal. pr. A 1 p. 24a24 καὶ ἀξιῶν αὐτὴν ἀντιφάσεως ἐρώτησιν εἶναι 21 ὁ πυνθανόμενος Diels: πυνθάνομαι P 22 δυνάμει χτλ.] cf. Ammon. fol. 162r 22. 23 ὁ πυνθανόμενος delevit Diels 23 ἡ οὔ delevi 26 Ἀλεξάνδρω (sic) ex Ἀλέξανδρος corr. P 1 29 λέγομεν P 1 : λέγωμεν corr. P2)
Τὸ δὲ ἀντίστροφον αὐτῇ τοῦτό ἐστι, πότε δυνατὸν τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι· οὐ γὰρ ἀεὶ τοῦτο δυνατόν· οἷον ὅλον τοῦτο δύναμαι εἰπεῖν ἰὴ νυκτερὶς ὄρνις καὶ οὐκ ὄρνις ἐστίν ’, 6 εὐνοῦχος ἀνήρ ἐστι καὶ οὐκ ἀνήρ ’· χωρίσαι δὲ ταῦτα καὶ εἰπεῖν ὅτι ἡ νυκτερὶς ὄρνις ἐστίν, ὁ εὐνοῦχος ἀνήρ ἐστιν οὐ δύναμαι, ἐπειδὴ πᾶσα ὄρνις σχιζόπτερός ἐστι. καὶ ἐπὶ τοῦ αὐτοῦ δὲ τὸ αὐτὸ συμβέβηκεν καὶ ἐπὶ τῶν ἄλλων πολλῶν. ὅθεν καὶ κανόνα τινὰ καὶ ἐπὶ ταύτης τῆς πλοκῆς παραδίδωσιν, πότε δυνατόν ἐστι τὰ ἅμα 1 λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι. φησὶν οὖν, ὁπηνίκα ἡ λέξις προφανῶς [*](f. 71r) τῇ λέξει οὐ] μάχεται, ὥσπερ ἔχει ἐπὶ τῆς ὄρνιθος καὶ οὐκ ὄρνιθος (ἐνταῦθα γὰρ φανερῶς ἡ λέξις τῇ λέξει μάχεται ἀντιφατικῶς), ἢ ὅταν ἡ λέξις [*](7 lacunam indicavi, addeudum est καὶ ἅμα κατηγορεῖν· καὶ φησίν, ὅταν 9 εἰ δὲ συμβῇ κτλ.] cf. Ammon. fol. 165r 12. 14 βαδίζον scripsi: βαδίζων P 20 καὶ addidi 21 κατὰ scripsi: καὶ P καὶ addidi 29 τὸ δὲ ἀντίστροφον χτλ.] cf. fol. 168v 32 χωρίσαι scripsi: χωρῆσαι P 37 οὐ delevi)
p. 21α32 Τὸ δὲ μὴ ὂν ὅτι δοξαστόν ἐστιν, οὐχ ἀληθὲς εἰπεῖν τι· δόξα γὰρ οὐκ ἔστιν ὃτι ἔστιν ἀλλ’ ὅτι οὐκ ἔστιν. ἰστέον ὅτι ὑπόθεσίς ἐστι τοῦ Πλάτωνος ὅτι τὸ πᾶι τοῦτο σύγκειται ἐκ τῶν ὄντων καὶ ἐκ τῶν μὴ ὄντων· ἔλεγεν δὲ τὸ μὴ ὄν, τοῦτ’ ἔστι τὴν ὕλην, μηδὲν εἶναι τῶν ἐνεργείᾳ ὄντων. Ἀριστοτέλης οὖν φησιν ὅτι τὸ μὴ ὂν δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι δόξαν ἔχομεν περὶ αὐτοῦ ὅτι οὐκ ἔστι. ταῦτα ἔχει ἡ πρᾶξις.
[*](1 ἀντιφατικῶς scripsi: καταφατικῶς P 5 οὐ μάχεται scripsi: συμμάχεται P 8 ὁ δὲ—λογικὸν addidi, cf. Ammon. fol. 169r 8. 9 ἄζωον ἄλογον scripsi: ἀλόγου P 12. 13 κατηγορεῖσθαι τοῦ ὑποκειμένου scripsi: κατηγορεῖται τὸ ὑποκείμενον 14 ὑποκείσθωσαν—φαύλους] res postulat ὑποκείσθω Σίμων ὁ σκυτεὺς κατὰ μὲν τοὺς φαῦλος ὤν 15 ante τὸ fort, addendum est ἡ προτεραίᾳ] an προτέρᾳ? 16 ἢ addidi 17 τὸ ἔστι] fort, τὸ ἀγαθός ἐστι 20 οὖν scripsi: οὐ P 21 ὡς scripsi: τῆς P 27 τῷ scripsi: τὸ P)Ἀρχὴ τοῦ τμήματοσς. <Πρᾶξις ᾱ.>
p. 21a34 Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν ἀποφάσεις <καὶ καταφάσεις> πρὸς ἀλλήλας, καὶ τὰ ἐξῆς.
’Ev τούτῳ τῷ δ τμήματι σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ τῶν μετὰ τρόπου προτάσεων διαλαβεῖν, τὰ δύο ταῦτα θεωρήματα ζητῶν. πρῶτον μὲν πῶς ἀπὸ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις, δεύτερον δὲ τίς ἀκολουθία τῶν τοιούτων προτάσεων. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ζητήσωμεν πρῶτον μὲν τί ἐστι τρόπος καὶ πόσοι τρόποι, καὶ τί διαφέρει τῆς ὅλης ὁ καλούμενος τρόπος· δεύτερον δὲ τίς ὁ ἀριθμὸς τῶν τοιούτων προτάσεων. ἀρξώμεθα τοῦ τρόπου. τρόπος τοίνυν ἐστὶ πρόσρημα ἤγουν φωνὴ σημαῖνον τὸ πῶς ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. καὶ ὁ μὲν προσδιορισμὸς τὸ ποσὸν ἐσήμανεν ἐρρέθη γὰρ ὅτι προσδιορισμός ἐστι πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ) ὁ δὲ τρόπος τὸ ποιὸν ἀφορίζεται. εἰσὶ δὲ τρόποι ἀριθμῷ μὲν σχεδὸν ἀπερίληπτοι καὶ ἀκατάληπτοι, ἀνακεφαλαιούμενοι δὲ εἰς τοὺς ὅ τρόπους τούτους ἀνάγονται, ἀναγκαῖον δέ φημι καὶ ἀδύνατον ἐνδεχόμενον, δυνατόν. πᾶν γὰρ ὅπερ ἄν εἴπῃ τις πάντως ἢ ἀναγκαῖον τρόπον σημαίνει, ὡς ὅτι ὁ ἥλιος ἀεὶ κινεῖται ἐνταῦθα γὰρ τὸ ἀεὶ εἰ καὶ μὴ κυρίως ἐστὶ τρόπος, ἀλλ’ οὖν τὸν ἀναγκαῖον ὑποκρίνεται τρόπον· ἀναγκαίως γὰρ ὁ ἥλιος κινεῖται), ἢ ἐνδεχόμενον τρόπον σημαίνει, ὡς τὸ ῾Σωκράτης καλῶς βαδίζει ’ τὸ καλῶς τοῦ ἐνδεχομένου τρόπου ἐστὶν αἴνιγμα), ἢ τὸν δυνατὸν τρόπον σημαίνει, [*](f. 72r) ὡς τὸ ῾Σωκράτης πάνυ φιλεῖ ’ τὸ πάνυ τὸ δυνατὸν σημαίνει ἢ τὸ ἀδύνατον, ὡς ἡνίκα εἴπωμεν ῾ τὸν τὸν Σωκράτην ἀμήχανον πτερωτὸν εἶναι.’ ὥστε οἱ· δ εἰσὶν οὗτοι τρόποι, καὶ οὐκ ἔστιν ἄλλος, ὤας τινες τῶν ἐξηγητῶν Ἀριστοτέλους ἐφαντάσθησαν ἐν τῷ λέγειν αὐτὸν ἐν τοῖς Ἀναλυτικοῖς ὅτι πᾶσα πρότασις ἢ τοὐ ὑπάρχειν ἐστὶν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν. ἐνόμισαν γὰρ ἐκεῖ καὶ τὸν ὑπάρχοντα τρόπον * * * ὅτι δὲ ἀδύνατον τὸν ὑπάρχοντα τρόπον εἶναι δῆλον καὶ ἐξ αὐτοῦ καθέστηκεν Ἀριστοτέλους καὶ ἐκ τῆς ἀληθείας· ἐξ αὐτοῦ μὲν τοῦ Ἀριστοτέλους, διότι οὐδαμοῦ ἐν τοῖς διαγράμμασιν τοῦ ὑπάρχοντος ἐμνημόνευσεν, ἀλλὰ μόνον τῶν δ τρόπων· ἐκ δὲ τῆς ἀληθείας, ὅτι ἡ πρώτη διαφορὰ τῶν προτάσεων ἐστι κατὰ τὸ εἶναι αὐτὰς ἢ μετὰ τρόπου ἢ ἄνευ τρόπου. τὴν μὲν οὖν [*](3 καὶ καταφάσεις addidi, cf. p. 55,25 10 τρότου (sic) ex προτοῦ corr. P 11 πῶς ex πᾶς corr. Ρ2 13 σημαῖνον scripsi: σημαίνων P πόσον scripsi: πόσων P 19 κινεῖται in ras. P1 23 ἡνίκα scripsi: ἶνα P 24 τρόποι εἰσὶν οὗτοι notis supra scriptis transfert P τινὲς τῶν ἐξηγητῶν κτλ.] cf. Ammon. fol. 173r 25 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. pr. Α2 p. 25a1 26 τοῦ ὑπάρχειν—ὑπάρχειν ἡ τοῦ ex scripsi τὸ (corr. ex τοῦ) ὑπάρχον (o in ras.) ἐστὶν ἢ τὸ (corr. ex τοῦ) ἐξ ἀνάγκης ὑπάρχον ἤ τὸ P 27 post τρόπον excidisse videtur καταριθμεῖσθαι 32 κατὰ scripsi: καὶ Ρ)
Δεύτερον ἦν κεφάλαιον τίς ἡ ἀπαρίθμησις τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν καταφάσεις ἐκ τῶν τοιούτων προτάσεων ݲαݲσݲοݲς διὰ αἰτίαν. ὁ τρόπος ἢ ἐν ταῖς προτάσεσιν εὑρίσκεται ταῖς συγκειμέναις ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον ὡς τὸ ῾ Σωκράτης ἐνδεχομένως [*](f. 72v) βαδίζει, ἀναγκαίως ἀναπνεῖ ’ καὶ τὰ τοιαῦτα, ἢ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ <ὑποκειμένου καὶ> κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου. καὶ ἡνίκα μὲν ἐν ταῖς προτάσεσιν εὑρεθῇ ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον συγκειμέναις, τετραχῶς ποικίλλονται αἱ καταφάσεις. ὑπο- κείσθω τοίνυν τοῦτο, ὅπερ αὐτὸς κατὰ λέξιν φησίν, ὅτι ἡνίκα ἡ οὔ ἄρνησις τῷ τρόπω μὴ συνάπτηται, κατάφ·ασιν ποιεῖ. ἀνάγκη τοίνυν ἀμφοτέρους τοὺς ὅρους ἢ ὡρισμένους εἶναι ἢ ἀορίστους, ἢ τὸν μὲν ὡρισμένον τὸν δὲ ἀόριστον. καὶ τοῦτο διχῶς. ἢ γὰρ ὁ μὲν ὑποκείμενος ὡρισμένος ἐστὶν ὁ δὲ κατηγορούμενος ἀόριστος, ἢ ὁ μὲν κατηγορούμενος ὡρισμένος ὁ δὲ ὑποκείμενος ἀόριστος. ἡνίκα δὲ πάλιν ὁ τρόπος εὑρεθῇ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου συγκειμέναις, ὀκταχῶς ποικίλλονται αἱ καταφάσεις. ἀνάγκη γὰρ τοὺς τρεῖς ὅρους τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον καὶ τὸν τρίτον προσκατηγορούμενον ὑποκείσθω γὰρ νῦν καὶ ὁ τρίτος προσκατηγορούμενος ὅρος) ἢ ὡρισμένους εἶναι ἢ τοὺς τρεῖς ἀορίστους, ἢ τοὺς μὲν ὡρισμένους εἶναι, τοὺς δὲ ἀορίστους. καὶ τούτων πάλιν ἢ οἱ ἄκροι ὡρισμένοι εἰσὶν ὁ δὲ μέσος ἀόριστος, ἢ ἔμπαλιν οἱ μὲν ἄκροι ἀόριστοι ὁ δὲ μέσος ὡρισμένος, ἢ οἱ ἐφεξῆς πρῶτοι ὡρισμένοι ὁ δὲ τελευταῖος ἀόριστος, ἢ ἔμπαλιν ὁ μὲν τελευταῖος ὡρισμένος οἱ δὲ πρῶτοι ἀόριστοι, ἢ ὁ μὲν ᾱ ὡρισμένος δὲ δύο οἱ τελευταῖοι ἀόριστοι, ἢ ἔμπαλιν ὁ μὲν ᾱ ἀόριστος οἱ δὲ #x772;β ὡρισμένοι. τὰ δὲ παραδείγματα τούτων τῷ βουλομένῳ γράψαι ἦσαν οὖν τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον καταφάσεις 0, ἐνταῦθα δὲ γεγόνασιν ἡ ἐπὶ τῶν. ἐκ τρίτου προσκατηγορουμένου· ὡς εἶναι τέως ιβ. ταύτας τὰς προτάσεις τὰς δώδεκα [*](3 διαφέρει δὲ κτλ.] cf. Ammon. fol. 172v 4 προστίθεται scripsi: προτίθεται Ρ 10 ἐνδεχομένως scripsi: ἐνδεχόμενος P 13 Δεύτερον κτλ.] cf. Amnion, fol. 175 sq. 18 ὑποκειμένου καὶ addidi 31 ὡρισμένους scripsi: ὡρισμένος P 37 βολομένωι P)
<Πρᾶξις β.>
p. 21a34 τούτων δὲ διωρισμένων <σκεπτέον> ὅπως ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας, καὶ τὰ ἑξῆς.
Εἴπομεν δὲ καὶ ἐν τῇ προτεραίᾳ ὅτι ἐν τούτῳ τῷ δ τμήματι δια- λέγεται περὶ τῶν προτάσεων τῶν μετὰ τρόπου τὰ δύο ταῦτα ζητῶν θεωρήματα, πρῶτον μὲν πῶς αἱ ἀποφάσεις γίνονται ἐκ τῶν καταφάσεων, [*](f.73v) δεύτερον δὲ περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, ζητῶν ἐν τῷ ᾱ κεφαλαίῳ, τίνι συνάπτειν δέον τὴν οὔ ἄρνησιν, πότερον τῷ τρόπῳ τῷ ἔστι καὶ ἁπλῶς τῷ ῥήματι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων εἰδῶν τῶν προτάσεων ἐν] τῷ εἶναι συνάπτομεν τὴν οὔ ἄρνησιν· εἰ γὰρ μὴ τοῦτο ἐποιοῦμεν, εὑρίσκετό ποτε συμψευδομένη ἡ κατάφασις τῇ ἀποφάσει. τῆς γὰρ καταφάσεως τῆς λεγούσης ‘τὸ ξύλον ἄνθρωπος λευκός ἐστι’ ψευδοῦς οὔσης [*](1 ἐκεῖ Diels: ἐκείνας P 2 τὴν καθ’ ἕκαστα scripsi: τῶν καθέκαστα P 5. 6 τριμερίαν P 8 χίλιαι διακόσιαι scripsi: χίλια διακόσια P εἴπομεν scripsi: εἴπωμεν P 9 μόνον] μον P 11 εἰς ἇι scripsi: ΐσα P 14 V. Lobeck ad Phryn. 245 24 σκεπτέον addidi, of. p. 53,2 27 τῶν (ante μετὰ)] τοῦ ex τῶν corr. P 30 τίνι scripsi: τίνα P 32 ἐν delevi)
Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ τὴν ἀκολουθίαν τῶν τοιούτων προτάσεων παραδίδωσιν διὰ τριῶν διαγραμμάτων. καὶ ἔστι τὸ ᾱ διάγραμμα προτάττει τὰς καταφάσεις πρῶτον τοὐ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου λέγων ῾ δυνατὰν εἶναι ’ , ῾ ἐνδεχόμενον εἶναι ’ , εὐθέως δὲ τὴν ἀπόφασιν τοῦ ἀδυνάτου τρίτην τίθησιν λέγων ᾿οὐκ ἀδύνατον εἶναι ’ , καὶ τετάρτην τὴν ἀπλῆν ἀπόφασιν τοῦ ἀναγκαίου, λέγων ᾿οὐκ ἀναγκαῖον εἶναι’. εἶτα ἐφεξῆς <ἐν> τῇ σελίδι τὰς ἐκ μεταθέσεως τίθησι καταφάσεις, ῾ δυνατὸν μὴ εἶναι ’ , ῾ ἐνδέχεται μὴ εἶναι ’ , καὶ τρίτην τὴν ἐκ μεταθέσεως ἀπόφασιν τοῦ ἀδυνάτου τὴν λέγουσαν ῾ οὐκ ἀδύνατον μὴ εἶναι ’ , καὶ τετάρτην πάλιν τὴν ἐκ μεταθέσεως ἀπόφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ῾ οὐκ ἀναγκαῖον μὴ εἶναι.’ λοιπὸν· ἐπ εὐθείας τῆς πρώτης σελίδος τίθησι τὰς ἀποφάσεις ῾οὐ δυνατὸν εἶναι ’ , ῾οὐκ ἐνδέχεται εἶναι ’ , εἶτα κατάφασιν τὴν λέγουσαν ῾ ἀδύνατον εἶναι ’ καὶ τετάρτην τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ῾ ἀναγκαῖον μὴ εἶναι ’ , ἐν δὲ τῇ τετάρτῃ σελίδι πρῶτον τὰς ἀποφάσεις τίθησιν ῾ οὐ δυνατὸν [*](1 μὲν scripsi: γὰρ P 3 τῇ scripsi: τὴν P 5 τῷ scripsi: τὸ P 8 μὲν delevi εἶναι (post δυνατὸν) scripsi: ἔπι (sic) P 14 τοῦτο scripsi: τούτω P 29 ἀδυνάτου corr. P2: δυνάτου (sic) P1 30 οὐκ add. Ρ2 31 ἐν addidi 33 τοῦ scripsi: τῆς P 39 σελίδη P)
p. 21α38 Εἰ Εἰ γὰρ τῶν συμπλεκομένων αὖταθ ἀλλήλαις ἀντίκεινται. ἰστέον ὅτι συμπλεκομένων λέγει ἐνταῦθα ἀνιὶ τοῦ τῶν προτάσεων. ’
p. 21b3 Εὶ γὰρ παντὸς ἡ κατάφασις ἤ ἡ ἀπάφασις, ῾ τὸ ξύλον ἔσται ἀληθὲς εἶναι μὴ λευκὸν ἄνθρωπον. ἐντεῦθεν ὑπώπτευσάν τινες ὅτι ἡ ἁπλὴ ἀπόφασις καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως, διότι ψευδὲς μέν ἐστιν, ὥς φησι, τὸ ξύλον ἄνθρωπον οὐ λευ- κόν, ἀληθὲς δὲ εἰπεῖν ὅτι τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστιν· ὅλον γὰρ ἀναιρεῖ. εἰ δὲ σώσωμεν ὅλον τὸν κατηγορούμενον καὶ μὴ μερίσωμεν, δῆλον ὅτι καὶ αὐτὴ ἀληθὴς εὑρεθήσεται, ὥσπερ καὶ ἡ ἁπλὴ ἀπόφασις, ὡς εἴπομεν καὶ ἀνωτέρω.
p. 211)14 Λόγος δέ (λόγον λέγει ἐνταῦθα τὴν αἰτίαν), ὅτι πᾶι τὸ οὕτως δυνατόν. λέγει ἐνταῦθα τὸ φερόμενον ἐπὶ τοῦ ἐνδεχομένου· τοῦτο γὰρ ἐνδέχεται μὴ ἀεὶ ἐνεργεῖν· τὸ δ’ ἐπὶ τοῦ ἀναγκαίου φερόμενον ἀεὶ ἐνεργεῖ. λέγομεν γὰρ ὅτι δυνατὸν τὸν ἥλιον αὔριον κινεῖσθαι, οὐχ ὡς ποτὲ μὲν κινούμενον λαμβάνοντες ποτὲ δὲ οὔ, ἀλλ’ ὡς ἀεὶ ἐνεργοῦντά τε καὶ κινούυενον.
p. 21b17 Ἀλλἀ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσεις. τοῦτό φησιν ἐνταῦθα, ὅτι ἀδύνατον τὴν ἀντίθασιν ἐπὶ τοῦ αὐτοῦ ἢ συναληθεύειν ἢ συμψεύδεσθαι ἐν τῷ αὐτῷ χρόνῳ· δῆλον δὲ ὅτι οὐ πολυπραγμονεῖ ἐνταῦθα πᾶν εἶδος τῶν τοιούτων προτάσεων. ἐπὶ γὰρ τῶν προσδιωρισμένων προτάσεων τοῦτο < οὐκ > ἀεὶ * * * συναλη- θεύειν, ἐὰν ποιήσωμεν τὴν ἀπάφασιν τῷ προσδιορισμῷ συνάπτοντες τὴν οὗ ἄρνησιν· ἀλλὰ ποτὲ μὲν συναληθεύει ἐπί τινος ὕλης, οἷον τῆς ἐνδεχομένης, ποτὲ δὲ οὐ συναληθεύει, ὡς ἐπὶ τῆς ἀναγκαίας. ἀληθὲς μὲν γὰρ τὸ λέγειν ῾ πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι ’ , ψευδὲς δὲ τὸ ῾ οὐ πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι’· ὥστε ἐπὶ τῷ ἀναγκαίας μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐκέτι· ψεύδεται γὰρ καὶ ἡ λέγουσα ῾ πάντα [*](1 elta addidi 2 ἀναγκαίαν] fort. τοῦ ἀναγκαίου 6 ταῖς — ἀπόφασις addidi oὐκ, delevi 7 oyy r; scripsi : Vj P μὴ delevi ἀλλ ’ scripsi : ἀλλη P 8 διορθοῖ τοίνυν scripsi: διορθοῖτο νῦν P 13 τοῦ τῶν] τοὺτων Ρ 15 ἄνθρω ὑπόπτευσαν P 24 τὸ δ’ ἐπὶ scripsi: τὸν ἔπι (sic) P 32 οὐκ addidi lacu- uam indicavi: fort, addendum ὑπάρχει τὸ μὴ 33 συνάπτοτες P)
p. 21b22 El οὖν ἐκεῖνο ἀδύνατον. ποῖον λέγει ἀδύνατον; τὸ τὰς δύο προτάσεις τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἤγουν τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι.
p. 21b26 Γίνεται γὰρ ὥσπερ ἐπὶ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶναι πρόσθεσιν πρόσθεσιν λέγει ἀντὶ τοῦ ‘πρόσρημα καὶ οὐχ ὑποκείμενον.’ ταῦτα ἔχει ἡ πρᾶξις.
<Πρᾶξις γݲ.>
p. 22a38 Τὸ δὲ ἀναγκαῖον πῶς, ὀπτέον. φανερὸν δὲ ὅτι οὐχ οὕτως, ἀλλ’ αἱ ἐναντίαι ἕπονται· αἱ δ’ ἀντιφάσεις χωρίς, καὶ τὰ εζης.
Λαβὼν ἐν τῷ #x772; διαγράμματι τὴν ἀπλῆν ἀπόφασιν τοῦ ἀναγκαίου ἑπομένην ταῖς καταφάσεσι τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τῇ ἀποφάσει τοῦ ἀδυνάτου , ἐντεῦθεν σκοπεῖ ἆρά γε ἀληθῶς ἐκεῖ εἴληπτο. δοκεῖ γὰρ μᾶλλον ἡ κατάφασις ἡ ἁπλῆ ἕπεσθαι ταῖς εἰρημέναις προτάσεσι, φημὶ δὴ ταῖς δύο καταφάσεσι <τῇ> τοῦ δυνατοῦ καὶ τῇ τοῦ ἐνδεχομένου καὶ τῇ τοῦ ἀδυνάτου ὅτι δὲ ἡ κατάφασις μᾶλλον ἕπεται ἤπερ ἡ ἀπόφασις κατασκευάζει διά τινος λημματίου δεικνύντος διὰ τῆς καλουμένης ἀδυνάτου δείξεως. ἔστι δὲ τὸ λῆμμα τοιοῦτον. ἐγὼ λέγω ὅτι τῇ ῾ ἀναγκαῖν εἶναι ’ προτάσει καταφατικῇ ἕπεται ἡ λέγουσα ῾ δυνατὸν εἶναι᾿. εἰ δὲ σὺ λέγεις
p. 22b3 Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν ὁμοίως τοῖς ἑτέροις. ἐνταῦθα αἰτίαν τινά φησιν, δι’ ἣν ἡ ἀντίφασις τῇ ἀντιφάσει οὐκ ἀποδίδοται, [*](1 αὐτῆι P 10 οὐ δυνατὸν corr. P-: ἡ δυνατὸν ’ 12 πάλιν ἐπειδὴ cf. Ammon. fol. 190v 19 οὐδὲ scripsi: οὔτε P 21 καταληφθήσεται] an καταλειφθήσεται? 23 καὶ (ante ἐπὶ) superscr. P1 29 καταφάσει scripsi: ἀποφάσει P 32 αἱ superscri. Ρ1 ἀντιθέσεις P 34 διάγραμμα τῶν scnpsi: διαγραμμάτων Ρ 38 ἀντηιφάσει P)
p. 22b7 Ὥστε εἰ ἐκεῖνα ὁμοίως τῷ δυνατῷ καὶ μή, ταῦτα ἐξ ἐναντίας· τοῦτό φησιν ἐνταῦθα ὁ φιλόσοφος, ὅτι εἰ τὸ † δυνατὸν καὶ εἶναι ὁμοίως ἔχει τὸ δυνατόν, τὸ ἀναγκαῖον οὐκέτι ὁμοίως ἔχει ἀλλὰ τοὐναντίον.
p. 22b11 Τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ ἡ ἀπόφασις ἀκολουθήσει. ἐντεῦθεν ἄρχεται ποιεῖν ὅπερ εἴπομεν ἐν τῇ θεωρίᾳ, καὶ βούλεται δεῖξαι ὅτι τῇ προτάσει τῇ λεγούσῃ ῾ ἀναγκαῖον εἶναι’ ἕπεται ἡ λέγουσα ῾ δυνατὸν εἶναι’. εἰ γὰρ μή αὕτη ἕπεται, ἐξ ἀνάγκης ἡ ἀπόφασις αὐτῆς ἕψεται ἡ λέγουσα ἰού δυνατὸν εἶναι’ διὰ τὸ πάντως f. 76v ἐν οἵῳ δήποτε τρόπῳ πρᾶγμά τι εἶναι καταφῆσαι ἢ ἀποφῆσαι. καὶ συνάγει διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς εἴπομεν, ὅτι πάντως <ἡ λέγουσα#x003E; εἶναι’ ἕπεται τῇ λεγούσῃ ῾ ἀναγκαῖον εἶναι’. ταῦτα ἔχει ἡ πρᾶξις.
<Πρᾶξις δ>.
p. 22b29 Ἀπορήσειε δ’ ἄν τις, εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν ἕπεται, καὶ τὰ ἑξῆς.
Δείξας ἐν τῷ β διαγράμματι τὸ δυνατὸν ἑπόμενον τῷ ἀναγκαίῳ εἰ γὰρ μὴ τοῦτο, ἔλεγεν ἐξ ἀνάγκης τὴν ἀπόφασιν ἕπεσθαι τὴν λέγουσαν δυ-
p. 22a11 Καὶ αὕτη μὲν ἐπὶ κινητοῖς ἐστι μόνον δύναμιν ἔοικεν καλεῖν τὴν ἐπιτηδειότητα τὴν παντάπασιν χωριζομένην ποτὲ τοῦ κατ’ ἐνέργειαν, ὡς ἐν τῷ καθημένῳ τὴν πρὸς τὸ βαδίζειν. διὸ καὶ ἐν τοῖς κινητοῖς αὐτὴν εἶναί φησιν, τοῦτ’ ἔστι τοῖς ἐν γενέσει καὶ φθορᾷ τοῖς δυναμένοις κινεῖσθαι καὶ μή, τὴν χωρὶς τῆς δυνάμεως ταύτης ἐνέργειαν ἐν τοῖς ἀιδίοις εἶναι τιθέμενος. ὅθεν ἑξῆς δείξει προτέραν τῆς δυνάμεως τὴν ἐνέργειαν, διὰ τὸ τὰ ἀίδια πρότερα εἶναι τῶν γενητῶν, ἐν οἷς ἡ δύναμις. κἄν ἦν οὖν ἐν τοῖς οὐρανοῖς τὸ δυνάμει, ἀλλ’ οὐ τοῦτο ἀλλὰ τὸ συμτεπλεγμένον τῷ κατ’ ἐνέργειαν.
p. 23al8 Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον. ἐντεῦθεν ἐπειδὴ ἀπέδειξεν τὸ δυνατὸν καθολικώτερον εἶναι τοῦ ἀναγκαίου, δεῖ δὲ τὰ ἐπόμενα ὕστερα τάττεσθαι ὡς καθόλου τῶν ἡγουμένων μερικῶν ὄντων, ἀρχὰς καὶ πρώτας τὰς τοῦ ἀναγκαίου προτάσεις φησίν.
p. 23a23 Καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, οἶον πρῶται οὐσίαι. ἐπὶ τῶν πρώτων οὐσιῶν ἤγουν τῶν ἀιδίων φησὶν ὅτι ἡ αὐτή ἐστι δύναμις καὶ ἐνέργεια· εἰκότως, ἐπειδὴ οὐκ ἔστι ἰδεῖν ἐν αὐταῖς δύναμιν ἐνεργείας χηρεύουσαν.
p. 23a24 Τὰ δὲ μετὰ δυνάμεως, ἄτῃ μὲν φύσει πρότερα τρότερα τῷ χρόνῳ ὕστερα. φύσει προτέραν λέγει τὴν ἐνέργειαν τῆς δυνάμεως [*](9 ἐᾷ καθ’ ἣν χώραν ἔχουσιν scripsi: ἐκκατχῶραν ἔχουσιν P 25 ταύτης scripsi: ταύτην P 29 τὸ scripsi: τῶι P 32 ἀρχὰς scripsi: ἄρχεται P 33 φησίν scripsi: εἰσίν compend. P 36 ἰδεῖν corr. P2: εἴδειν P1 37 δύναμιν] διαφορὰν Ρ1: δύναμιν superscr. Ρ2 38 τὸ δὲ P)
Ἀρχὴ τοῦ ἑ τμήματος. <Πρᾶξις αݲ.>
p. 23a27 Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει ἢ ἡ κατάφασις τῇ καταφάσει, καὶ τὰ ἑξῆς.
Ὁ μὲν σκοπὸς τῷ Ἀριστοτέλει περὶ τῶν προτάσεων πεπλήρωται καὶ τὸ δ κεφάλαιον πέρας ἀπείληφεν. τοῦτο δὲ τὸ νῦν ζητούμενον παντελῶς οὐκ ἔστιν Ἀριστοτέλους, γυμνασίας δὲ ἕνεκεν γέγραπται. ὅθεν καὶ ὁ πορφύριος πολύστιχον γράψας ὑπόμνημα εἰς τὸ παρὸν σύγγραμμα τοῦτο τὸ κεφάλαιον οὐκ ἠξίωσεν φροντίδος τυχεῖν εἰς σαφήνειαν. ὅμως εἴτε εστιν εἴτε μὴ ἔστιν Ἀριστοτέλους, σαφηνίσομεν τὸ προκείμενον. ἔστι δὲ τὸ θεώρημα τοιοῦτον· προτάσεως τινος ἀληθοῦς ἢ ψευδοῦς οὔσης <ἐχούσης> τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται, ἆρά γε ἡ τοῦ ἐναντίου κατάφασις ἢ ἡ οἰκεία ἀπόφασις. καὶ ἀποφαίνεται ὁ πατὴρ τοῦ προβλήματος τὴν οἰκείαν ἀπόφασιν μᾶλλον μάχεσθαι τῇ τοιαύτῃ προτάσει. μεταφέρει ὁ ζητούμενον ἀπὸ τῶν λόγων ἐπὶ τὴν δόξαν. ὡς γὰρ ἔχει τῆς δόξης ἤγουν ἐπὶ τοῦ ἐνδιαθέτου λόγου. οὕτως ἕξει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. καὶ πρῶτον προσδιορίζεται ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι μὲν οὐκ εἰσί, δοκοῦσι δὲ εἶναι. λέγει τοίνυν ὅτι ἐκεῖναι δοκοῦσιν ἐναντίαι δόξαι εἶναι αἰ περὶ τῶν ἐναντίων δοξάζουσαι ῾ ἡ σωφροσύνη ἀγαθόν ἐστι, σωφροσύνη κακόν ἐστι μετὰ μετὰ δὲ τὸν προσδιορισμὸν τοῦτον τὸ προκείμενον διὰ πέντε τινῶν ἐπιχειρημάτων δεῖξαι προτίθεται. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν κατηγορουμένων τοιοῦτον. ἔστι τις δόξα ἡ τὸ ὑπάρχον δοξάζουσα ὡς ὑπάρχον, οἷον ὅτι τὸ ἀγαθὸν ἀγαθόν ἐστι, τὸ ἀγαθὸν λυσιτελές ἐστι, [*](f. 78r) τὸ ἀγαθὸν διωκτόν ἐστι, τὸ ἀγαθὸν αἱρετόν ἐστι καὶ ὅσα ἄλλα τοιαῦτά
Δεύτερον δὲ ἐπιχείρημά ἐστιν ἀπὸ τοὐ καθ’ αὑτὸ καὶ ἀπὸ τοῦ κατὰ συμβεβηκός. φησὶ τοίνυν ὅτι τοῦτο ἴσμεν, ὡς τὸ μὲν καθ’ αὑτὸ μᾶλλον μαχόμενον τῷ καθ’ αὑτὸ ἢ τὸ κατὰ συμβεβηκός. ἐὰν γὰρ ὦσι δύο τινά, καὶ τὸ μέν ἐστι καθ’ αὑτὸ λευκόν, τὸ δὲ κατὰ συμβεβηκὸς λευκόν, ἕτερα δέ τινα πάλιν τὸ μὲν καθ’ αὑτὸ μέλαν τὸ δὲ κατὰ συμβεβηκός, δῆλον ὅτι τὸ καθ’ αὑτὸ μέλαν μάχεται τῷ καθ’ αὑτὸ λευκῷ καὶ οὐκέτι κατὰ συβεβηκός. ἡ τοίνυν δόξα ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι καθ’ αὑτὸ μάχεται τῇ δόξῃ τῇ δοξαζούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν’, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ῾ τὸ ἀγαθὸν κακόν ἐστιν ’ . φανερὸν ἄρα ὡς ἡ οἰκεία ἀπόφασις μᾶλλον μάχεται τῇ καταφάσει.
Τρίτον ἐπιχείρημά φησιν ἐκ τοῦ ἁπλοῦ καὶ τοῦ συνθέτου, ὅτι τὸ ἀπλοῦν <τῷ ἁπλῷ> κατὰ | τὸν αὐτὸν τρόπον μάχεται καὶ τὸ σύνθετον τῷ [*](f. 79r) συνθέτῳ. εἰ τοίνυν ῾ τὸ ἀγαθὸν ἀγαθόν ἐστιν ’ ἁπλοῦν, καὶ ῾ τὸ ἀγαθὸν οὐκ ἀγαθὸν ’ ὁμοίως ἁπλοῦν, τὸ δὲ ῾ἀγαθὸν κακόν ἐστι ’ συμπεπλεγμένον, τὸ ῾ ἄρα ῾οὐκ ἀγαθὸν ’ μᾶλλον μάχεται τῷ ῾ ἀγαθὸν ἀγαθόν ἐστιν ’ ἤπερ ἡ δόξα ἡ δοξάζουσα ῾ τὸ ἀγαθὸν κακόν ἐσιιν’. ἔχουσι δὲ τὰ δύο ἐπιχειρήματα τὴν αὐιὴν ἔννοιαν, καὶ κοινὸς ὁ ἔλεγχος. ψευδὲς γὰρ εἰπεῖν ὅτι τὸ ῾ ἀγαθὸν κακόν ἐστι ’ συμπέπλεκται, τὸ δὲ ῾ ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν ’ ἁπλοῦν δῆλον γὰρ ὡς τὸ ἀπλοῦν καὶ τὸ σύνθετον οὐ λέγομεν ἐνταῦθα τὴν προφορὰν τῶν λέξεων, ἢ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ἀλλὰ κατὰ σημαινόμενον, ἐπειδὴ ὡς ἐπὶ τῆς δόξης ἤγουν τοῦ ἐνδιαθέτου λόγου γυμτὸ [*](1 delevi 2 lacunam indicavi; addendum καὶ ἄλλη λέγουσα τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον 4 δοξαζουσῶν scripsi: δοξαζόντων P post τὸ duae litterae erasae P 6 τῇ λεγούσῃ sciipsi: τὴν λέγουσαν P 12. 13 φαίνεσθαι—λευκῷ] res postulat μάχεσθαι τῷ 13 Δεύτερον δὲ κτλ.] Ammon. fol. 208v hoc τρίτον ἐπιχείρημα dicit 17 ἡ καὶ P 20 τὸ (post οὐκέτι) scripsi: τῷ P 23 ἡ λέγουσα scripsi: τῆι λεγούση P 24 ἡ in rasura P 25 τρίτον κτλ.] ἡ τετάρτη ἐπιχείρησις Ammon. fol. 210v 26 τῷ ἁπλῷ addidi 29 τῷ scripsi: τὸ P 33 κατὰ scripsi: καὶ P 34 ἢ scripsi: ἡ P 35 ἐνδιαθέτου scripsi: ἐνδέχεσθαι τοῦ .P)
Τέταρτόν ἐστιν ἐπιχείρημα ἀπὸ τῆς ἀντιφάσεως. φησὶ γὰρ ὅτι, εἰ ἐπὶ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές ἐστι, καὶ ἐξ ἀνάγκης ἢ ἡ κατάθασις ἀληθεύει ἡ <ἡ> ἀπόφασις αὐτῆς ἡ οἰκεία, οὐκ ἔστι δὲ ἐπὶ τῶν πραγμάτων εἰπεῖν τὴν τοῦ ἐναντίου κατάφασιν, δῆλον ὅτι ὡς ἕξει ἐπὶ τῶν ἄλλων προτάσεων τῶν μὴ ἐναντίαν ἐχουσῶν τὴν τοῦ ἐναντίου κατάφασιν ἰστέον γὰρ ὅτι ἐὰν ἔστι τὸ κατηγορούμενον ἢ οὐσία ἢ ποσὸν ἢ ἕτερον τι ᾧ τινι οὐδέν ἐστιν ἐνάντιον, τὴν μὲν του ἐναντίου κατάφασιν οὐκ ἔστιν εἰπεῖν, τὴν δὲ οἰκείαν ἀπόφασιν δυνατὸν εἰπεῖν, οἷον ῾ ἄνθρωπος ζῷόν ἐστιν, ἄνθρωπος ζῷον οὐκ ἔστιν ’ , ἰὴ γραμμὴ τρίπηχύς ἐστιν, ἡ γραμμὴ τρίπηχυς οὐκ ἔστιν)), οὕτως οὖν ἕξει καὶ ἐπὶ τῶν ἄλλων, ὡς ἔφην, τῶν. ἐχουσῶν ἐναντιότητα τῶν] προτάσεων. ὅτι δὲ τοῦτο τὸ ἐπιχείρημα εὐέλεγκτον καθέστηκεν αὐτόθεν καθ’ ἓν ὡμολόγηται· τὸ γὰρ ζητούμενον [*](f. 79v) ἦν ὅτι μιᾶς προτάσεως ἀληθοῦς ἢ ψευδοῦς οὕσης ἐχούσης τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται; ἐφ’ ὧν οὖν οὐκ ἔχει τὴν τοῦ ἐναντίου κατάφασιν, πῶς προχωρεῖ τὸ τῆς ζητήσεως; αὐτόθεν γὰρ ὡμολόγηται ὅτι τῇ οἰκείᾳ ·ἀποφάσει μάχεται <καὶ> οὐκέτι θεωροῦμεν ἄλλην ὥσπερ γὰρ φέρε εἰπεῖν ἔχεις δύο τινὰς πολεμίους καὶ ζητεῖς εἰ σαυτῷ * * * μᾶλλον μάχεται, ἀναιρεθέντος δὲ τοὐ ἑνὸς οὐκέτι ζήτησις προχωρεῖ ὅτι ῾ ἆρά γε ἐκεῖνος μάχεται ἢ οὔ; ’ οὕτως καὶ ἐπὶ τῶν προκειμένων. ἐν οἷς καὶ τὸ δ ἐπιχείρημα· τὸ δὲ ἑ καὶ ἕτερά τινα πρὸς ἑτέρῳ ἐπιχειρήματι ἐν ἑτέρᾳ θεωρία σὺν θεῷ μαθησόμεθα.
p. 23a40 Ἄλλη δὲ ὅτι οὐκ ἀγαθόν. ταύτην τὴν πρότασιν ἐκ μεταθέσεως οὖσαν κατάφασιν αὐτὸς ὡς ἀπόφασιν ἔλαβεν καὶ ἀδιαφόρως ἐχρήσατο. ᾗ μὲν γὰρ ἐδείξαμεν ὅτι οὐδὲν διαφέρουσιν ἥ τε ἁπλῆ ἀπόφασις καὶ ἡ ἐκ μεταθέσεως κατάφασις. ὅθεν καὶ αὐτὸς περὶ ἀποφάσεως ποιούμενος τὸν λόγον ἐκ μεταθέσεως κατάφασιν ἔλαβεν, τούτῳ δῆθεν ἡμῖν αἰνιττόμενος ὡς οὐκ ἔστιν αὐτῶν διαφορά.
p. 23b3 Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος. ἐντεῦθεν τὸν προσδιορισμὸν ἐκτίθεται τὸν λέγοντα ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι οὐκ εἰσὶ μὲν δοκοῦσι δὲ [*](6 τέταρτον κτλ.] πέμπτην ἐπιχείρησιν dicit Ammon. fol. 211v 8 ἡ addidi 9 τὴν] τὴν αἰτίαν ...... P 10 ἐναντίαν scripsi: ἐναντίων P 14. 15 γραμμὴ scripsi: γραμματικὴ utrobique P 16 τῶν delevi 17 εὐέλεγκτον] εὐήλεκτον P 19 οὖν scripsi: θὲν P 21 καὶ addidi θεωροῦμεν ex θεωρούμενοι corr. Ρ1 ἄλλην ἀντεξετάσοντες scripsi: ἢν ἐάν τε ἐξετάσει τινός P 22 ἔχεις—ζητεῖς scripsi: ἔχει ζητεῖ P 23 lacunam indicavi: addendum οὗτος ἢ ἐκεῖνος vel simile aliquid 29 ᾖ scripsi: ἡ P 31 τούτῳ scripsi: τοῦ P ἡμῖν scripsi: ἡμᾶς P 33 τὸ ex Arist. scripsi: τῶι P 34 τῷ ex Arist. scripsi: τὸ P)
<Πρᾶξις βݲ.>
p. 23b32 Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ τὰ λοιπά.
Τοῦτο τὸ ݲε καὶ τελευταῖον θεώρημα, δυσχερέστατον ὃν καὶ λαμβάνει γὰρ ἀντιθέσεις ἀντιθέσεις μίαν μὲν ἔχουσαν τὸν ὑποκείμενον ὡρισμένον, οἷον ῾ τὸ ἀγαθὸν ἀγαθόν ἐστι ’ , κατάφασιν ἀληθῆ τυγχάνουσαν, ἑτέραν δὲ ἀόριστον ὑποκείμενον ἔχουσαν τὴν λέγουσαν ‘τὸ οὐκ ἀγαθὸν > ἀγαθόν ἐστιν ’· καὶ ἀξιοῖ ὅτι ὥσπερ ἔχει ἐπὶ τῆς ἀληθοῦς [*](f. 80r) ἀποφάσεως τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον, οὕτως ἕξει ἐπὶ τῆς ἀληθοῦς καταφάσεως τῆς ὡρισμένον <ἐχούσης> τὸν ὑποκείμενον. τοίνυν ποία πρότασις ἕπεται ἢ ἀναιρεῖ τὴν ἀληθῆ ἀπόφασιν ῾ τὸ οὐκ ἀγαθὸν <οὐκ> ἀγαθόν εὑρίσκομεν εὑρίσκομεν τοίνυν ὅτι ἡ πρότασις ἡ λέγουσα ῾ τὸ οὐκ ἀγαθὸν κακόν ἐστιν ’ οὐ μάχεται τῇ ῥηθείσῃ προτάσει· ἐνδέχεται γὰρ ἀμφότερα συναληθεύειν ἐπί τινων, οἷον ἐπὶ τῶν ἐχόντων μοχθηρὰν ἕξιν· δύναμαι γὰρ εἰπεῖν τὸν κακὸν οὐκ ἀγαθόν. ἀλλὰ μὴν οὐδὲ ἡ πρότασις ἡ λέγουσα ὅτι τὸ οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν. αὕτη γὰρ πάλιν ἀληθεύει ἐπὶ τῶν ἐχόντων μέσην ἕξιν καὶ ἐπὶ τῶν μηδ’ ὅλως πεφυκότων δέξασθαι ἀγαθότητα· οἷον τὸν λίθον τὸν μὴ ἀγαθὸν δύναμαι εἰπεῖν οὐ κακόν, καὶ τὸ παιδίον ὁμοίως. καταλιμπάνεται ἄρα μία πρότασις ἡ λέγουσα ὅτι τὸ μὴ ἀγαθὸν ἀγαθόν ἐστιν. αὕτη γὰρ ἀεὶ μάχεται τῇ ῥηθείσῃ ἀποφάσει τῇ ἀληθεῖ τῇ λεγούσῃ ῾ τὸ οὐκ ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν ’. ὡς οὖν ἔχει ἐπὶ ταύτης τῆς ἀντιθέσεως, οὕτως ἕξει καὶ ἐπὶ τῆς ἑτέρας. μάχεται ἄρα τῇ προτάσει τῇ λεγούσῃ ῾ τὸ ἀγαθὸν ἀγαθόν ἐστιν’ <οὐχ> ἡ πρότασις λέγουσα ῾ τὸ ἀγαθὸν κακόν ἐστι ’ , ἀλλ’ οὐχὶ] ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι. καὶ ταῦτα μὲν τὰ τοῦ ἑ ἐπιχειρήματος. λέγομεν δὲ πρὸς τοῦτο πρῶτον μὲν πόθεν ἀξιοῖ τὴν ἀκολουθίαν τῶν τοιούτων ἀντιθέσεων ἔχειν οὕτως ὥσπερ ἔχει ἐπὶ τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον; δεύτερον δὲ ὅτι καὶ τὰ ἀνόμοια πρὸς ἕτερα ἀντεξήτασεν. ὁ μὲν γὰρ ὑποκείμενος ὅρος ἀόριστος ὢν ἀδιαφόρως ἕξει καὶ τὰ ἑπόμενα, ὁ δὲ ὡρισμένος ὅρος πάντως καὶ τὸ ἑπόμενον <ὡρισμένον> ἕξει. πῶς οὖν ἀξιοῖ τὴν αὐτὴν ἔχειν τὴν ὡρισμένην ἀντίθεσιν τῇ ἀορίστῳ ἀντιθέσει; καὶ ταῦτα [*](1 Ἀμμώνιος] cf. Ammon. fol. 206v 7 Τοῦτο τὸ κτλ.] cf. Ammon. fol. 212r 11 οὐκ addidi 13 ἐχούσης addidi 15 οὐκ addidi 18. 21 δύναμαι scripsi: δυνάμει P 20 μέσιν P 24 ἀληθεῖ scripsi: ἀληθῆ P 26 οὐχ addidi 27 οὐχὶ delevi 29 πόθεν ἀξιοῖ scripsi: ἀξιοῖ πόθεν P 30 οὕτως scripsi: ὅτι P 33 ὡρισμένον addidi)
Εἰπὼν δὲ ταῦτα ἐπὶ δόξης ἐγύμνασεν τὸν λόγον καὶ ἐπιφέρει λέγων | [*](f. 81r) ὅτι οὐδὲν διαφέρει ἐπὶ δόξης καὶ ἐπὶ τῶν προφορικῶν λόγων τὰ αὐτὰ λέγειν. ὁ γὰρ προφορικὸς λόγος σύμβολόν ἐστι τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ ὡς ἔχει ἐπὶ τῆς δόξης, οὕτως ἔχει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. εἶτα ἐπεὶ ἐλάμβανεν ἐν τῷ τελευταίῳ ἐπιχειρήματι ὅτι τὰ ἐναντία οὐδέποτε συναληθεύουσιν, οἷον ῾τὸ μὴ ἀγαθὸν κακόν ἐστι ’ καὶ ῾τὸ μὴ ἀγαθὸν οὐκ] ἀγαθόν ἐστιν ’, ὡς εἰ ἔλεγέν τις πρὸς αὐτόν ῾πόθεν δῆλον ὅτι τὰ ἐναντία οὐ συναληθεύουσι;’ κατασκευάζει αὐτὸ τοῦτο συλλογιστικῶς ὅτι τὰ ἐναντία ἀντικείμενα, τὰ δὲ ἀντικείμενα ἀδύνατον ἅμα εἶναι , τὰ ἐναντία ἄρα ἀδύνατον ἅμ εἶναι. τοῦτο τὸ συμπέρασμα λαμβάνει ὡς πρότασιν καί φησιν ῾εἰ τὰ [*](2 τὸν (ante καθόλου) scripsi: τῶν P 8 ταὐτὰ scripsi: ταῦτα P τὸ πρᾶγμα, quod erat post σημαίνει, post ἐστὶ transtuli οὐκέτι scripsi: οὐκ ἔστιν P 12 ἄρθρῳ] ἀριθμῷ margo Ρ1 14 εὔχομαι Demosth. de cor. init.: ἔχομαι P 15 τοῖς addidi 17 Ἀμμώνιος] fol. 214v 19 παρ’ Ὁμήρῳ] II. Β 28 22 αὐτίθεν scripsi: ταυτόθεν P 25 καθὰ scripsi: καθόλου P 31 καὶ (post ἔχει) superscr. P1 32 εἶτα κτλ.] cf. Ammon. fol. 216r 33 οὐκ delevi)
p. 23b32 Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν. ἰστέον ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ προλαβούσῃ πράξει εἴπομεν, κυρίως μέν, ὡς παραδέδωκεν, κατάφασίς ἐστιν αὕτη ἡ ἐκ μεταθέσεως ἀόριστον ἔχουσα τὸν ὑποκείμενον· αὐτὸς δὲ ἔλαβεν αὐτὴν ἀντὶ ἁπλῆς ἀποφάσεως. ὅθεν καλῶς ἡμῖν εἴρηται μηδὲν ταύτας τὰς προτάσεις κατὰ τὸ σημαινόμενον ἀλλήλων διαφέρειν.
p. 23b36 Οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακόν· ἅμα γὰρ ἄν ποτε εἶεν ἀληθεῖς. τὸ ποτὲ εἶπεν, ἐπειδὴ ἐπὶ τῶν ἀδιαφόρων ἡ μὲν λέγουσα κα.κὸν ψεύδεται, ἐπὶ δὲ τῶν μοχθηρὰν ἐχόντων ἕξιν ἀμφότεραι ἀληθεῖς. ἐν οἷς ἡ πρᾶξις.
Πεπλήρωται σὺν θεῷ τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους εὐτυχῶς.
[*](1 ἐνδέχεται scripsi: ἐναντία P 2 καὶ τὸ addidi 4. 5 τοῦ μὴ ἀγαθοῦ scripsi: τὸ οὐκ ἀγαθὰν Ρ)Σχόλια σὺν θεῷ ἐνδεχομένων ὡρισμένου ὑποχειμένου
[*](f.81v)ἁ Σωκράτης βαδίζει Σωκράτης βαδίσει Σωχράτης ἐβάδισεν
β΄ ἄνθρωπος — ἄνθρωπος — ἄνθρωπος
γ΄ τὶς ἄνθρωπος — τὶς ἄνθρωπος — τὶς ἄνθρωπος
δ΄ πᾶς ἄνθρωπος — πᾶς ἄνθρωπος — πᾶς ἄνθρωπος
Ὕλη ἀναγκαία
ἁ Σωκράτης ἀναπνεῖ Σωκράτης ἀναπνεύσει Σωκράτης ἀνέπνευσεν
β΄ ἄνθρωπος — ἄνθρωπος — ἄνθρωπος
γ΄ τὶς ἄνθρωπος — τὶς ἄνθρωπος — τὶς ἄνθρωπος
δ΄ ἄνθρωπος — πᾶς ἄνθρωπος — πᾶς ἄνθρωπος
Ὕλη ἀδύνατος
α΄ Σωκράτης ἵπταται Σωκράτης πτήσεται Σωκράτης ἔπτη
β΄ ἄνθρωπος — ἄνθρωπος — ἄνθρωπος —
γ΄ τὶς ἄνθρωπος — τὶς ἄνθρωπος — τὶς ἄνθρωπος —
γ΄ πᾶς ἄνθρωπος — πᾶς ἄνθρωπος — πᾶς ἄνθρωπος —
Ἀποφάσεις ἐνδεχόμεναι θεῷ
α΄ Σωκράτης οὐ βαδίζει — οὐ βαδίσει — οὐκ ἐβάδισεν
β΄ ἄνθρωπος — — — — — — — —
γ΄ οὐδεὶς ἄνθρωπος βαδίζει — — βαδίσει — — ἐβάδισεν
δ΄ οὐ πᾶς ἄνθρωπος — — — — — — —
Ἀναγκαῖαι
α΄ Σωκράτης οὐκ ἀναπνεπῖ — οὐκ ἀναπνεύσει — οὐκ ανεπνευσεν
β΄ ἄνθρωπος — — — — — — — —
γ΄ οὐδεὶς ἄνθρωπος ἀναπνεῖ — — ἀναπνεύσει — — ἀνέπνευσεν
δ΄ οὐ πᾶς ἄνθρωπος — — — — — — —
Ἀδύνατοι
Σωκράτης οὐχ ἵπταται — οὐ πτήσεται — οὐκ ἔπτη
ἄνθρωπος — — — — — — — —
οὐδεὶς ἄνθρωπος ἵπταται — — πτήσεται — — ἔπτη
οὐ πᾶς — — — — — —
Καταφάσεις σὺν θεῷ ἀόριστοι ἐνδεχόμεναι
[*](f. 82r)οὐ Σωκράτης βαδίζει — — βαδίσει — — ἐβάδισεν
οὐκ ἄνθρωπος — — — — — — —
τὶς οὐκ ἄνθρωπος — — — — — — — —
πᾶς οὐκ ἄνθρωπος — — — — — — — —
οὐ Σωκράτης ἀναπνεῖ — — ἀναπνεύσει — — ἀνέπνευσεν κτλ.
Ἀδύνατοι
οὐ Σωκράτης ἵπταται — — πτήσεται — — ἔπτη κτλ.
Ἀποφάσεις θεῷ ἀόριστοι ἐνδεχόμεναι
οὐ Σωράτης οὐ βαδίζει — — οὐ βαδίσει — — οὐκ ἐβάδισεν κτλ.
Ἀναγκαῖαι
οὐ Σωκράτης οὐκ ἀναπνεῖ — — οὐκ ἀναπνεύσει — — οὐκ ἀνέπνευσεν κτλ.
Ἀδύνατοι
οὐ Σωκράτης οὐχ ἵπταται — — οὐ πτήσεται — οὐκ ἔπτη κτλ.
῾Ομοῦ ρݲμݲδݲ προτάσεις ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τοῦ [*](f.82v) β τμήματος
Καταφάσεις σὺν θεῷ αἱ ἐκ γݲ προσκατηγορουμένου.
Σχόλια ἐνδεχομένων· ἀμφότεροι ὡρισμένοι ὑποκείμενος <καὶ κατηγορούμενος>
Σωκράτης δίκαιός ἐστι — δίκαιος ἦν — δίκαιος ἔσται
ἄνθρωπος — — — — — — — —
τὶς ἄνθρωπος — — — — — — — — — —
πᾶς ἄνθρωπος — — — — — — — — — —
Ἀναγκαῖαι
Σωκράτης ζῷόν ἐστι — — ζῷον ἦν — — ζῷον ἔσται κτλ.
Ἀδύνατοι
Σωκράτης πτερωτός ἐστι — — πτερωτὸς ἦν — — πτερωτὸς ἔσται κτλ.
Καταφάσεις, ἀμφότεροι ἀόριστοι ὁ ὑποκείμενος καὶ κατηγορούμενος γݲ προσκατηγορουμένου.
Σχόλις ἐνδεχομένων
οὐ Σωκράτης οὐ δίκαιός ἐστι — — οὐ δίκαιος ἦν — — οὐ δίκαιος ἔσται
οὐκ ἄνθρωπος — — — — — — — — — — —
τὶς οὐκ ἄνθρωπος — — — — — — — — — — —
πᾶς οὐκ ἄνθρωπος — — — — — — — — — — —
Ἀναγκαῖαι
οὐ Σωκράτης οὐ ζῷόν ἐστι — — οὐ ζῷον ἦν — — οὐ ζῷον ἔσται κτλ.
Ἀδύνατοι
οὐ Σωκράτης οὐ πτερωτός ἐστι — οὐ πτερωτὸς ἦν — οὐ πτερωτὸς ἔσται κτλ.
[*](f. 83r)[*](4 καὶ κατηγορούμενος addidi 14 καὶ κατηγορούμενος] καὶ κὰτ P 15 προσ- κατηγορουμένου scripsi: προσ·κατηγορούμενος P)Καταφ;σεις, ὡρισμένος ὑποκείμενος, κατηγορούμενος ἀόριστος, ἐνδεχόμεναι
Σωκράτης οὐ δίκαιός ἐστι — οὐ δίκαιος ἦν — οὐ δίκαιος ἔσται κτλ.
Ἀναγκαῖαι
Σωκράτης οὐ ζῷόν ἐστι — οὐ ζῷον ἦν — οὐ ζῶον ἔσται κτλ.
Ἀδύνατοι
Σωκράτης οὐ πτερωτός ἐστι — οὐ πτερωτός ἦν — οὐ πτερωτὸς ἔσται κτλ.
Καταφάσεις, ἀόριστος ὑποκείμενος κατηγορούμενος ὡρισμένος, ἐνδεχόμεναι
οὐ Σωκράτης δίκαιός ἐστι — — — ἦν — — — ἔσται κτλ.
Ἀναγκαῖαι
οὐ Σωκράτης ζῷόν ἐστι — — — ἦν — — — ἔσται κτλ.
Ἀδύνατοι
οὐ Σωκράτης πτερωτός ἐστι — — — ἦν — — — ἔσται κτλ.
[*](f.83v)Προτάσεις ρμδ.
Ἀποφάσεις σὺν θεῷ τῶν γ#x772; προσκατηγορουμένου καταφάσεων
Σωκράτης δίκαιος οὐκ ἔστιν — — οὐκ ἦν — — οὐκ ἔσται
ἄνθρωπος δίκαιος — — — — οὐκ ἦν — — οὐκ ἔσται
οὐδεὶς ἄνθρωπος δίκαιός ἐστιν — — — ἦν — — — ἔσται
οὐ πᾶς ἄνθρωπος — — — — — ἦν — — — έσται
Ἀναγκαῖαι
Σωκράτης ζῷον οὐκ ἔστι — — οὐκ ἦν — — οὐκ ἔσται κτλ.
Ἀδύνατοι
Σωκράτης πτερωτὸς οὐκ ἔστι — — οὐκ ἦν — — οὐκ ἔσται κτλ.
Ἀποφάσεις, ἀόριστοι ὁ ὑποκείμενος < καὶ > κατηγορούμενος, εκ γ προσκατηγορουμένου.
Σχόλια ἐνδεχομένων
οὐ Σωκράτης οὐ δίκαιος οὐκ ἔστιν — — — οὐκ ἦν — — — οὐκ ἔσται
οὐκ ἄνθρωπος — — — — — — — — οὐκ ἠν — — — ούκ οὐκ
οὐδεὶς οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν — — — ἦν — — — ἔσται
οὐ πᾶς — — — — — — — — ἠν — — — ἔσται
Ἀναγκαῖαι
οὐ Σωκράτης οὐ ζῷον οὐκ ἔστι — — — οὐκ ἦν — — — οὐκ ἔσται κτλ.
Ἀδύνατοι
[*](f. 84r)οὐ Σωκράτης οὐ πτερωτὸς οὐκ ἔστι — — — οὐκ ἦν — — — οὐκ ἔσται κτλ.
Ἀποφάσεις ἐξ ὡρισμένου ὑποκειμένου < κατηγορουμένου > ἀοριστου.
Σχόλια ἐνδεχομένων
Σωκράτης οὐ δίκαιος οὐκ ἔστι — — — οὐκ ἦν — — — οὐκ ἔσται
ἄνθρωπος — — — — — — — οὐκ ἦν — — — οὐκ ἔσται
οὐδεὶς ἄνθρωπος οὐ δίκαιος ἐστι — — — ἦν . — — — έσται
οὐ πᾶς — — — — — — — ἦν — — — ἔσται
Ἀναγκαῖαι
Σωκράτης οὐ ζῷον οὐκ ἔστιν — — — οὐκ ἦν — — οὐκ ἔσται κτλ·
Ἀδύνατοι
Σωκράτης οὐ πτερωτὸς οὐκ ἔστιν — — — οὐκ ἦν — — οὐκ ἔσται κτλ·
Ἀποφάσειςἐξἀορίστου ὑποκειμένου κατηγορουμένου ὡρισμένου.
Σχόλια ἐνδεχομένων
οὐ Σωκράτης δίκαιος οὐκ ἔστι — — — οὐκ ἦν — — — οὐκ ἔσται
οὐκ ἄνθρωπος — — — — — — οὐκ ἦν — — — οὐ
οὐδεὶς οὐκ ἄνθρωπος δίκαιός ἐστι — — — ἦν — — — ἔσται
οὐ πᾶς — — — — — — — ἦν — — — ἔσται
[*](1 καὶ addidi 2 ἐκ scripi: καὶ P 12 κατηγορουμένου addidi)Αναγκαῖαι
οὐ Σωκράτης ζῷον οὐκ ἔστι — — οὐκ ἦν — — οὐκ ἔσται κτλ.
Ἀδύνατοι
οὐ Σωκράτης πτερωτὸς οὐκ ἔστι — — οὐκ ἦν — — οὐκ ἔσται κτλ.
[*](f. 84v)Ὁμοῦ σݲπݲηݲ. τέλος τοῦ γݲ τμήματος τῶν ἐκ τρίτου προτάσεων καταφάσεων καὶ ἀποφάσεων.
Αἱ μετὰ τρόπου καταφάσεις σὺν θεῷ
Σωκράτης ἐνδεχομένως βαδίζει — — βαδίσει — — ἐβάδισεν
ἄνθρωπος- — — — — — — — —
τὶς ἄνθρωπος — — — — — — — —
πᾶς ἄνθρωπος — — — — — — — —
Σχόλια ἀναγκαίων
Σωκράτης ἀναγκαίως ἀναπνεῖ κτλ.
Σχόλια ἀδυνάτων
Σωκράτης ἀδυνάτως ἵπταται κτλ.
Ἀμφότεροι ἀόριστοι, ἐνδεχόμεναι
οὐ Σωκράτης οὐκ ἐνδεχομένως βαδίζει κτλ.
οὐκ ἄνθρωπος — — —
τὶς οὐκ ἄνθρωπος — — —
πᾶς οὐκ ἄνθρωπος — — —
Ἀναγκαῖαι
οὐ Σωκράτης οὐκ ἀναγκαίως ἀναπνεῖ κτλ.
[*](f. 85r)Ἀδύνατοι
οὐ Σωκράτης οὐκ ἀδυνάτως ἵπταται κτλ.
[*](5 μήματος P 17 sqq. immo ἐνδεχομένως οὐ βαδίζει κτλ.)Ὡρισμένος ὑποκείμενος κατηγορούμενος ἀόριστος
Σωκράτης οὐκ ἐνδεχομένως βαδίζει — — βαδίσει — — ἐβάδισεν
ἄνθρωπος — — — — — — — — —
τὶς ἄνθρωπος — — — — — — — — —
πᾶς ἄνθρωπος — — — — — — — — —
Ἀναγκαῖαι
Σωκράτης οὐκ ἀναγκαίως ἀναπνεῖ κτλ.
Ἀδύνατοι
Σωκράτης οὐκ ἀδυνάτως ἵπταται κτλ.
Ἀόριστος ὑποκείμενος κατηγορούμενος ὡρισμένος, ἐνδεχόμεναι οὐ Σωκράτης ἐνδεχομένως βαδίζει κτλ.
Ἀναγκαῖαι
οὐ Σωκράτης ἀναγκαίως ἀναπνεῖ κτλ.
[*](f. 85v)Ἀδύνατοι
οὐ Σωκράτης ἀδυνάτως ἵπταται κτλ.
Ὁμοῦ καταφάσεις ρμδ. σὺν θεῷ ἀποφάσεις αἱ μετὰ τρόπου ἐξ ὑποκειμένου καὶ κατηγορουμένου.
Σχόλια ἐνδεχομένων
Σωκράτης οὐκ ἐνδεχομένως βαδίζει κτλ.
ἄνθρωπος — — —
οὐδεὶς ἄνθρωπος ἐνδεχομένως βαδίζει
οὐ πᾶς ἄνθρωπος — —
Ἀναγκαῖαι
Σωκράτης οὐκ ἀναγκαίως ἀναπνεῖ κτλ.
[*](2 immo ἐνδεχομένως οὐ βαδίζει κτλ. cf. v. 19 sqq. 16 ρμδ scripi: ρݲμݲηݲ Ρ)Ἀδύνατοι
Σωχράτης οὐκ ἀδυνάτως ἵπταται κτλ.
Ἀροξάσεις ἐξ ὑροκειμένου καὶ κατηγορουμένου, ἀμφότεροι ἀόριστοι.
Σχόλια ἐνδεχομένων
οὐ Σωκράτης οὐκ ἐνδεχομένως οὐ βαδίζει — οὐ βαδίσει — οὐκ ἐβάδισεν
οὐκ ἄνθρωπος — — — — — — — — — —
οὐδεὶς οὐκ ἄνθρωπος οὐκ ἐνδεχομένως βαδίζει — βαδίσει — ἐβάδισεν
οὐ πᾶς — — — — — — — — —
[*](f. 86r)Ἀναγκαῖαι
οὐ Σωκράτης οὐκ ἀναγκαίως οὐκ ἀναπνεῖ κτλ.
Ἀδύνατοι
οὐ Σωχράτης οὐκ ἀδυνάτως οὐχ ἵπταται κτλ.
Ἀποφάσεις, ὡρισμένος ὑποκείμενος κατηγορούμενος ἀόριστος.
Σχόλια ἐνδεχομένων
Σωκράτης οὐκ ἐνδεχομένως οὐ βαδίζει κτλ.
ἄνθρωπος — — — —
οὐδεὶς ἄνθρωπος οὐκ ἐνδεχομένως βαδίζει
οὐ πὰς — — — —
‘Αναγκαῖαι
Σωκράτης οὐκ ἀναγκαίως οὐκ ἀναπνεῖ κτλ.
Ἀδύνατοι
Σωκράτης οὐκ ἀδυνάτως οὐχ ἵπταται κτλ.
Σωκράτης οὐκ ἀδυνάτως οὐχ ἵπταται κτλ.
[*](8. 18. dicendum erat ἐνδεχομένως οὐ βαδίζει)Ἀποφάσεις, ἀόριστος ὑποκείμενος <ὡρισμένος> κατηγορούμενος.
Σχόλια ἐνδεχομένων
οὐ Σωκράτης ἐνδεχομένως οὐ βαδίζει κτλ.
οὐκ ἄνθρωπος — — —
[*](f. 86v)οὐδεὶς οὐκ ἄνθρωπος ἐνδεχομένως βαδίζει
ου πας — — — —
Ἀναγκαῖαι
οὐ Σωκράτης ἀναγκαίως οὐκ ἀναπνεῖ κτλ.
Ἀδύνατοι
οὐ Σωκράτης ἀδυνάτως οὐχ ἵπταται κτλ.
Σὺν θεῷ καταφάσει·ς ·μετὰ τρόπου ἐκ γݲ
Σχόλια ἐνδεχομένων· ἀμφότεροι ὡρισμένοι
Σωκράτης ἐνδεχομένως δίκαιός ἐστι — — ἦν — — ἔσται
ἄνθρωπος — — — — — — — — —
τὶς ἄνθρωπος — — — — — — — — —
πᾶς ἄνθρωπος — — — — — — — — —
Ἀναγκαῖαι
Σωκράτης ἀναγκαίως ζῷόν ἐστι κτλ.
Ἀδύνατοι
Σωκράτης ἀδυνάτως πτερωτός ἐστι κτλ.
Καταφάσεις αἱ ἔχουσαι τὸ ὑποκείμενον ἀόριστον, τὸ κατηγορούμενον
καὶ γݲ προσκατηγορούμενον
Σχόλια ἐνδεχομένων
οὐ Σωκράτης ἐνδεχομένως δίκαιός ἐστι — — ἦν — — ἔσται
οὐκ ἄνθρωπος — — — — —
τὶς οὐκ ἄνθρωπος — — — — — —
πᾶς οὐκ ἄνθρωπος — — — — — —
[*](1 ὡρισμένος addidi 3 dicendum erat οὐκ ἐνδεχομένως βαδίζει κτλ.)Ἀδύνατοι
οὐ Σωκράτης ἀδυνάτως πτερωτός ἐστι κτλ.
Καταφάσεις· ὑποκείμενος <ὡρισμένος> αἱ κατηγορίαι ἀόριστοι.
Σχόλια ἐνδεχομένων
Σωνκρατης οὐκ ἐνδεχομένως οὐ οικαιος ἐστι — — ἦν — — ἔσται
ἄνθρωπος — — — — — — — — — — —
τὶς ἄνθρωπος — — — — — — — — — — —
πᾶς ἄνθρωπος — — — — — — — — — — —
Σχόλια ἀναγκαίων
Σωκράτης οὐκ ἀναγκαίως οὐ ζῷόν ἐστι κτλ.
Σχόλια ἀδυνάτων
Σωκράτης οὐκ ἀδυνάτως οὐ πτερωτός ἐστι κτλ.
[*](f. 87v)καταφάσεις· ἀμφότεροι ἀόριστοι
Σχόλια ἐνδεχομένων
οὐ Σωκράτης ἐνδεχομένως οὐ δίκαιός ἐστι — — ἦν — — ἔσται
οὐκ ἄνθρωπος — — — — — — — — — —̀
τὶς οὐκ ἄνθρωπος — — — — — — — — — —
πᾶς οὐκ ἄνθρωπος — — — — — — — — — —
Σχόλια ἀναγκαίων
οὐ Σωκράτης ἀναγκαίως οὐ ζῷόν ἐστι κτλ.
Σχόλια ἀδυνάτων
οὐ Σωκράτης ἀδυνάτως οὐ πτερωτός ἐστι κτλ.
Ὁμοῦ αἱ πᾶσαι προτάσεις ωξδ.
[*](5 ὡρισμένος addidi 7 οὐκ ἐνδεχομένως κτλ. falsum est, sic enim negatio efficitur, cf. 56,24: volebat ἐνδ. οὐ δίκαιος οὐκ ἔστι 25 Ultimus versus recentiore manu subscriptus. ὢ numerus in litura, et ξδ videntur aliis numeris oblitteratis pinguius superscripti; sub δ pellucet ἡ)