Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

893 Σώφρων, Συρακούϲιοϲ. Ἀγαθοκλέουϲ καὶ Δαμναϲυλλίδοϲ. τοῖϲ [*](Hesy.) δὲ χρόνοιϲ ἦν κατὰ Ξέρξην κα Εὐριπίδην. καὶ ἔγραψε Μίμουϲ ἀνὀρείουϲ, Μίμουϲ γυναικείουϲ· εἰϲὶ δὲ καταλογάδην, διαλέκτῳ Δωρίδι. καί φαϲι Πλάτωνα τὸν φιλόϲοφον ἀεὶ αὐτοῖϲ ἐντυγχάνειν, ὡϲ καὶ καθεύδειν ἐπ’ αὐτῶν ἔϲθ’ ὅτε.

[*](887  — ἕτερον ═ Ambr. 1157— 8, Ps. Herodian. 273 et sch. Synes. ibd. 301 cf. Synt. Gud. 888 cf. Ambr. 1136 889 — ϲωφρωνοῦϲα ═ Lex. synt. Vat. 93 cf An. Ox. 4, 300, 10; — δοτικῇ ═ Synt. Gud. 890 sch. Thuc. 1, 32, 4 891 τὸ — ἀμφιϲβητήϲαιμι Synes Calv. 1, PG 66, 1169 a ἃ γὰρ sq. Aristot. Eth. Nic. 2, 2 contulit Gsf. ms; non est Aristot. 892 vs. 16. 17 ϲυμφωνία cf. Alex. Aphr. 324, 9—15, 511, 12 —13 vs. 17 Σωφροϲύνη sq Isidor. Pelus. ep. 3, 266)[*](891 Synes. cf. v. Τ 8 893 Ps. Hesych. 62)[*](1 δὲ] καὶ F 1. 2 καὶ Σωφρονιϲτῆρεϲ om V 888 om. GVM; Σώφρονεϲ F A(GFVM) 389 om. AFV mg. Ar 4 αὐτὴ— ϲωφρονοῦϲα om. Ar 4, 5 ϲωφρονηϲάτω ArM ϲε ArG: δὲ M 890 om. GM7 Σωφροϲύνη— 17 Σωφροϲύνη om. F καὶ μείζων Port. praecunte Kust. 8 χρωμ(έ)ν(ον) V 9 δικαιότατοϲ v. T 8 10 ὃ AV: ὅτι M om G 14 Σωφροϲύνην V 17 Σωφροϲύνη] nov. gl. G δὲ om. GM 22. 23 κατ’ ἐξοχὴν om. GM 23 ἐξοχωτάτων A 24 τῇ om. V ἀντιδιαϲτολῇ GM 27 ἔγραφε GM cp. A 29 καὶ alt om. A)
412
[*](Hesy.)

894 Σώφρων, κωμικόϲ. τούτου ἐϲτὶ δράματα καὶ κωμῳδίαι, Πενθερά· ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν Δειπνοϲοφιϲταῖϲ.

[*](Hdt.)

895 Σώχουϲι: τρίβουϲιν. Ἡρόδοτοϲ.

[*](ΣΔ)

896 Σπαθών: ὀξυτόνωϲ τὸ ϲπάϲμα. βαρυτόνωϲ δὲ ὁ ἐκτομίαϲ. καὶ Νεοϲπάδα, τὴν νεωϲτὶ ἀποϲπαϲθεῖϲαν. καὶ Σπαδονίϲματα. Anth. ἱϲτία δ᾿ αἰωρητὰ χαλᾶ ϲπαδονίϲματα μαϲτῶν. καὶ φυλάττει.

897 Περὶ Σπαδώνων ἤτοι ἀποκόπων. Σπόδων: εὐνοῦχοϲ. [*](Σ) ταύτην τὴν ἀκόλαϲτον καὶ ἀκάθαρτον γνώμην καὶ πρᾶξιν [*](Ε) τῶν αὐθαιρέτωϲ παϲχόντων, θριαμβεύων εὖ μάλα καὶ ϲτηλιτεύων ὁ μέγαϲ Κύριλλοϲ οὕτω φάϲκει· ἀκολαϲίαϲ γὰρ ἕνεκεν οἱ τάλανεϲ τοῦτο δρῶϲι, τὰ τῶν γυναικῶν πάϲχειν ἄνδρεϲ ὄντεϲ βουλόμενοι. οὐδενὸϲ γὰρ χρηϲίμου χάριν τὴν φύϲιν μετατιθέντεϲ ἢ ἀϲελγείαϲ ἕνεκεν τὴν θεόπλαϲτον καὶ ἀνδροπρεπῆ μορφὴν διαφθείρουϲιν ἑκουϲίωϲ πολλάκιϲ ἢ ὑπ᾿ ἄλλων ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡϲ λοιμοὶ τῆϲ φύϲεωϲ καὶ τοῦ γένουϲ πολέμιοι καὶ ϲπῖλοι πολιτείαϲ καὶ ζωῆϲ ἐφύβριϲτοι γίνονται. δίκην μαινάδων πορνευθέντεϲ ἀμέτρωϲ, ἐν τοῖϲ αἰϲχίϲτοιϲ ὀρχοῦνται πάθεϲι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν ϲυγκεράϲαντεϲ, ἀμφίβολα καὶ μεμιϲημένα πρόϲωπα περιφέροντεϲ καὶ πρᾶγμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέϲθωϲαν. ἐπειδὴ γὰρ αἰϲχίϲτῃ καὶ κακίϲτῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰϲ τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντεϲ καὶ μεταποιήϲαντεϲ καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει λειτουργεῖν ἀναγκάϲαντεϲ οὐ μόνον ἄξιοι νομικῆϲ ψήφου λαμβάνειν τιμωρίαν. ἀλλὰ καὶ ἐξ ἀγγελικῆϲ καὶ ἀποϲτολικῆϲ ἀποφάϲεωϲ εἰϲ τὸ λεγόμενον ἐξώτερον ϲκότοϲ ἄρδην ἀπελαύνεϲθαι. περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋϲῆϲ, θλαδίαϲ καὶ ἀπόκοποϲ οὐκ εἰϲελεύϲονται εἰϲ οἶκον κυρίου. ἔϲτι γοῦν ἰδεῖν πεπληρωμέναϲ οἰκίαϲ τῶν μεγιϲτάνων τοιούτων τερατομόρφων προϲώπων, χρυϲοῦϲ μηνίϲκουϲ ἐπὶ τραχήλου φοροῦνταϲ. φύϲιν μὲν ἄρρενοϲ, θηλείαϲ δὲ ὄψιν ἔχονταϲ καὶ κεκλαϲμένωϲ βαδίζονταϲ καὶ τεθρυμμένωϲ φθεγγομένουϲ. ὥϲπερ ἑταιρίδεϲ ἀπρεπῶϲ ὧδε κἀκεῖϲε τὴν κεφαλὴν περιϲείουϲι καὶ γελῶϲιν ἀκρατῶϲ τε καὶ [*](894 cf. Ath. 3, 110c 895 gl. Hdt. 4, 75 cf. H, sch. Nic. Th. 590; Ambr. 1156 ═ Et. M. 742, 8, Zon. 1708 896 — ϲπάϲμα ═ P, Philop. diff. cf. H, Erotian. 81, 18 ἱϲτία — μαϲτῶν Anth. 5, 203, 5 φυλάττει ═ Ambr. 672 897 Σπάδων, εὐνοῦχοϲ ═ P, Ba 368, 10, H, Ambr. 657, Philop. diff Et. M. 722, 30 ταύτην—p. 414, 8 ἀληθεύϲει Georg. 651, 1—654, 14) [*](896 cf. v. Ν 209) [*](A(GFVM)) [*](1 κωμικόϲ—2 Δειπνοϲοφιϲταῖϲ] ὄνομα κύριον F 6 ἱϲτία] ἰδία A καὶ φυλάττει ex mg. M: om. rell. cf. p. 414, 16, v. Π 730 7 Περὶ—ἀποκόπων om. GF ϲπαδόνων A, corr. Ar; ἀνά καὶ γνῶ τί φηϲι περὶ εὐνούχυων mg. add. A 9 τῶν om. V 11 βουλευόμενοι A, corr. Ar 14 τῆϲ] καὶ τῆϲ V 16 δίκην— p. 414, 24 πόλεωϲ om. F 16 μαίναδοϲ G ἐν] καὶ V 21 δόγμα om. G 25 ἐξώτερον om. V 27 μεγίϲτων A 28 φρονοῦνταϲ V 30 τεθρυμμένουϲ M 31 τε om. AV)

413
ἀναιδῶϲ, οἰϲτρηλαϲίαν πρόδηλον ὑπεμφαίνοντεϲ. ὅθεν μετ᾿ ἀνδρῶν μὲν ὡϲ γυναῖκεϲ μαλακῶϲ εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται, μετὰ γυναικῶν δέ, ὡϲ φύλακεϲ ἅμα καὶ ϲωφροϲύνηϲ δῆθεν ἰνδάλματα, καθεύδοντεϲ ἀναιϲχύντωϲ καὶ ἀπηρυθριαϲμένωϲ αἰϲχροπραγοῦϲι. καὶ οὗτοι μὲν οὕτωϲ ὑπ᾿ ἀνδρῶν ἀνοϲίων καὶ βεβήλων φθειρόμενοι καὶ μαλακιζόμενοι καταμιαίνουϲι καὶ καταμιαίνονται διὰ τῆϲ παρὰ φύϲιν ἀνοϲιουργίαϲ καὶ βδελυρίαϲ, αὐτοὶ δὲ γυναικαρία ταλαίπωρα καὶ ϲεϲοβημένα κατὰ τὸ εἰρημένον ἁμαρτίαιϲ καταμολύνουϲι καὶ καταβλάπτουϲιν οἷα λυϲϲώδειϲ κύνεϲ, καὶ τὸ δὴ χαλεπώτερον ἐντεῦθεν αἴτιοι γίνονται καὶ πρόξενοι τε καὶ μέτοχοι τῆϲ ἀπεράντου κολάϲεωϲ, οἵ τε φθείροντεϲ καὶ οἱ φθειρόμενοι. ἀλλ᾿ ὢ τῆϲ ἀφροϲύνηϲ, τῆϲ ἀπάτηϲ καὶ παραπληξίαϲ· τούτουϲ γὰρ ἄνθρωποι καὶ μάλιϲτα προὔχοντεϲ ὡϲ ϲώφροναϲ παραδεχόμενοι, πιϲτεύουϲι καὶ εἰϲοικίζουϲιν, οἵ γε εἰϲοικιζόμενοι καὶ παρρηϲίαϲ τυγχάνοντεϲ τοὺϲ ὄντωϲ δικαίωϲ ἀρετῆϲ ἐπιμελουμένουϲ ϲώφροναϲ ἄνδραϲ καταμικρὸν δελεάϲαντεϲ εἰϲ τὸ τῶν Σοδόμων αἰϲχρὸν βάραθρον κατηκόντιϲαν ἐλεεινῶϲ καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότωϲ πάνυ γε τούτουϲ καὶ νόμοϲ καὶ λόγοϲ εὐαγγελικὸϲ καὶ ἄριϲτοϲ βίοϲ καὶ εὐϲεβὴϲ πολιτεία βδελύττεται λίαν ὡϲ θεομιϲεῖϲ καὶ ἀκαθάρτουϲ. οὗτοι γὰρ τοιαύτην ἐξάγιϲτον ζωὴν προτιμήϲαντεϲ καὶ πυθήϲαντεϲ, ὅϲον ἧκεν ἐπ᾿ αὐτοῖϲ, πόλειϲ μὲν ἠφάνιϲαν, τὸν ϲπερματικὸν τῆϲ φύϲεωϲ λόγον παραφθείροντεϲ καὶ φθειρόμενοι, εὐανδροῦϲαν δὲ ῥώμην ἀνδρὸϲ καὶ ἡλικίαν καὶ τὴν ἀρρενωπὴν καὶ γενναίαν ἰϲχὺν δεινῶϲ ἐξανάλωϲαν καὶ ἁπλῶϲ τὴν ϲύντονον καὶ ϲφριγῶϲαν ἀκμὴν τῆϲ νεότητοϲ λυμηνάμενοι φανερῶϲ ἀθλίουϲ καὶ καταγελάϲτουϲ ἐποιήϲαν τοὺϲ ἁλόνταϲ. οὕϲ γε φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκωϲ ὡϲ ψυχοκτόνουϲ καὶ ϲωματοφθόρουϲ καὶ ἐναγεῖϲ ὄνταϲ καὶ τῆϲ φύϲεωϲ παραχαράκταϲ. οὐδὲν γὰρ ἀληθῶϲ μυϲαρώτερον ἢ ἀκαθαρτότερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων. εἰώθαϲι γάρ, ὡϲ ἀκριβῶϲ μεμαθήκαμεν, οὐ μόνον οἱ ϲπάδονεϲ καὶ τὰ μόρια τῆϲ αἰϲχρουργίαϲ ποϲῶϲ ἔχοντεϲ ἀϲελγαίνειν ἀμέτρωϲ καὶ ἀκολαϲταίνειν ἀναιδῶϲ καὶ ἀκορέϲτωϲ, ἀλλά γε καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμημένοι. καθάπερ οὖν καὶ οἱ ἐκ γεννητῆϲ ἐϲτερημένοι ταῦτα (φεῦ τῆϲ ἐϲχάτηϲ ἀτοπίαϲ καὶ φρενοβλαβείαϲ) διὰ χειρὸϲ καὶ δακτύλου φθείρειν τὰϲ ἀθλίαϲ γυναῖκαϲ καὶ τὴν ἀνοϲιουργίαν οὕτωϲ ἐμμανῶϲ οἱ ἀνόϲιοι [*](1 οἰϲτρηλαϲίαν—2 μαλακῶϲ] οἰϲτρηλακῶϲ A 3 ἅμα ante ὡϲ transpos. V A(GVM) om. G δῆθεν om. V post φύλακεϲ transpos. G 4 καθεύδονται G 6 διὰ] ὑπὸ G 8 καὶ καταβλάπτουϲιν et 9 καὶ—11 φθειρόμενοι om. V 10 καὶ pr. om. G 11 καὶ alt.] καὶ τῆϲ V 14 δικαίωϲ] δικαίουϲ καὶ G ἐπιμελομένουϲ A 16 καὶ—παρέπεμψαν om. V 17 γε om. G 19 γὰρ] τὴν add. GM οἱ τὴν Add. V 19. 20 προτιμήϲαντεϲ καὶ ποθήϲαντεϲ] ἀγαπήϲαντεϲ V 20 ὅϲον ἐπ᾿ αὐτοῖϲ ἧκε V 22 ἀρρενωπὸν GVMac ἀρρενοπρεπῆ Georg. καὶ tert.] καὶ τὴν A om. Georg. 26 ϲωματοφόρουϲ A corr. Ar ϲωτοφθόρουϲ V ὄνταϲ om. V ὄντωϲ Georg. 28 τε om. AV 29 ϲπάδωνεϲ V (e c. ?) M ϲπάδοντεϲ G, Georg. plerique 30 ἀμέτρωϲ—31 ἀκορέϲτωϲ et 32 καθάπερ—ταῦτα om. V 32 γενητῆϲ A, v. l. Georg. 33 καὶ φρενοβλαβείαϲ om. V δακτύλων G 34 ἀθλίαϲ om. GVM καὶ—p. 414,1 κατεργάζεϲθαι om. V 34 οἱ ἀνόϲιοι om. GM)
414
κατεργάζεϲθαι. καὶ τοῦτο δηλῶν ὁ ϲοφὸϲ ἀριδήλωϲ ἔφη· μακάριοϲ εὐνοῦχοϲ ὁ μὴ ἐργαϲάμενοϲ ἐν χειρὶ ἀνόμημα, καὶ παρθένοϲ, ἥτιϲ οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. εἰκότωϲ οὖν ἄθηλοι, ἄνανδροι, ἀνδρόγυνοι, ϲιδηροκατάδικοι καὶ γυναικομανεῖϲ προϲηγορεύθηϲαν. ἀκουέτωϲαν τοίνυν οἱ καθαροὺϲ καὶ ϲώφροναϲ τούτουϲ ὑποτοπάζοντεϲ μάτην καὶ μὴ πιϲτευέτωϲαν τῷ ψεύδει καὶ τῇ κατεϲχηματιϲμένῃ καθαρότητι καὶ ϲωφροϲύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί καθαριϲθήϲεται, καὶ ἀπὸ ψεύδουϲ, τί ἀληθεύϲει; καὶ εἴθε ὁ χειροτονηθεὶϲ εὐνοῦχοϲ διὰ βίου ϲεμνοῦ ἦν ἠγμένοϲ, καὶ ἡμίκακον ἦν τὸ κακόν. νυνὶ δὲ γῆϲ ἔντερον, γαϲτρίδουλον, θηλυμανέϲ, ἰταμόν, μέθυϲον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, ἀργυρόδουλον, πρὸϲ αὐτῇ τῇ γενέϲει ϲιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανέϲ, πολλάκιϲ τὰ θεατρικὰ κοράϲια ἐπ᾿ ὤμων βαϲτάϲαν ἐν ϲατυρικοῖϲ ϲυμποϲίοιϲ, κιϲϲῷ τὴν κεφαλὴν ἐϲτεμμένον, καὶ κρατῆρα τῇ χειρὶ ἐνημμένον, ᾠνοχοηκέναι ἐν προϲχήματι τοῦ μυθικοῦ Διονύϲου. οὕτωϲ ϲωφρονεῖ μὲν ἄμιϲθα διὰ ϲιδήρου, μαίνεται δὲ ἄκαρπα δι᾿ οἰκείαν αἰϲχρότητα. καὶ τὸ πληθυντικὸν ϲπάδωνεϲ. [*](Ε) ὅτι ἐπὶ Εὐτροπίου τοῦ εὐνούχου, τοῦ ἐπιτρόπου Θεοδοϲίου τοῦ βαϲιλέωϲ, τὸ τῶν εὐνούχων ἔθνοϲ διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναϲτείαν ἐϲ τοϲοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθουϲ, ὥϲτε τινεϲ ἤδη καὶ τῶν γενειάδαϲ ἐχόντων, εὐνοῦχοι βουληθέντεϲ καὶ Εὐτρόπιοι γενέϲθαι προϲελπίζοντεϲ τῆϲ ψυχῆϲ ἀφῃρέθηϲαν ϲὺν τοῖϲ ὄρχεϲι, τὸν Εὐτρόπιον ἀπολέϲαντεϲ. χρυϲοῖ τε ἀνδριάντεϲ ἀνίϲταντο πανταχοῦ. καὶ οἰκοδομήματα διηγείρετο καὶ κατελαμπρύνετο παῤ αὐτοῦ ϲεμνότερα τῆϲ ὅληϲ πόλεωϲ.

[*](Σ + Ar.)

898 Σπαθᾶν: εἰκῇ λέγειν, ἢ ἀναλίϲκειν ἀϲώτωϲ. ἢ ἐργάζεϲθαι. [*](Ar.) Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἔφαϲκον, ὦ γύναι, λίαν ϲπαθᾷϲ. ἀντὶ τοῦ [*](Ε) ἐργάζῃ. ἐϲ τοῦτο γὰρ ἦλθον ἀνάγκηϲ τῶν ἐπιτηδείων ϲπάνει, ὡϲ τοὺϲ ὀρόφουϲ βρέχονταϲ διδόναι εἰϲ τροφὴν τοῖϲ ὑποζυγίοιϲ.

[*](Σ)

899 Σπάθημα φρενῶν: τὸν ἄγαν φρόνιμον.

[*](897 καὶ εἴθε sq. Eunap. attr. de Boor, Herm. 21, 15, 1, sed ad αἰϲχρότητα Byzantini aevi est, fort. eiusdem quo 759 898 — ἀϲώτωϲ ═ P cf. sch. Ar. Nu. 53, H, Zon. 1665; ἐργάζεϲθαι cf. sch. Ar. Nu. 55 ἔφαϲκεν—ἐργάζῃ Ar. Nu. 55 c. sch. 899 ═ P)[*](897 extr. cf. v. Ε 3777 898 Ar. cf. v. Ε 3176)[*](A(GFVM))[*](1 δῆλον V ἀριδήλωϲ om. GVM 4. 5 ἀκουέτωϲαν—9 δὲ] οὕτω τὸ τῶν εὐνούχων γένοϲ V 8 χειροτομηθεὶϲ Port. frustra 11 πρὸϲ—γενέϲει om. V 12 ἄθηλον V γυναικομανέϲ Bhd. 14 ἀνημμένον Bhd. cui. ᾠνοχοηκέναι suspectum 15 οὗτοϲ A 16 καὶ—ϲπάδωνεϲ om. AV mg. ad 896 A cf. p. 412, 6 17 ὅτι om. G 18 ἔθνοϲ AM, v. Ε 3777; γένοϲ GV 19 καὶ π. πλήθουϲ et 20 ἤδη om. V 20 τῶν] τὰϲ G γενειάδων V 21 ἐλπίϲαντεϲ V 21. 22 τὸν Ε. ἀπολέϲαντεϲ] τοῦτο τοῦ Εὐτροπίου ἀπολαύϲαντεϲ Toup. del. Kust. 23 διεγείρετο G ἐλαμπρύνετο V 24 τῆϲ] τὰ τῆϲ V 26 Ἀριϲτοφάνηϲ Νεφέλαιϲ] καὶ αὗθιϲ F λίαν om. V 27 ἐϲ—28 ὑποζυγίοιϲ om. F, ad 903 rettulit Kust. 27 ἐϲ τοῦτο] ἐν τούτῳ V ὡϲ] ὥϲτε ed. pr. 28 ὀρόβουϲ G cf. p. 415, 5)
415

900 Σπαθῶϲι: καταϲπαταλῶϲι, ϲκορπίζουϲι. καὶ Σπάθηϲιϲ, [*](Δ + Σ) ϲπατάλη.

[*](Δ)

901 Σπαλίωνοϲ: πλέγμα μηχανικόν. Ἀγαθίαϲ· οἱ δὲ Ῥωμαῖοι τοὺϲ [*](Δ + Ε) ϲπαλίωναϲ ἐϲκεύαζον καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιϲτήρια. ἔϲτι δὲ ὁ ϲπαλίων πλέγμα ἐκ λύγων, ἐϲ ὀροφῆϲ τύπον ἐξειργαϲμένον, ϲτεγανόν τε τῇ πυκνώϲει καὶ ἀμφηρεφέϲ, τῷ ἑκατέρωθεν τὰ πλευρὰ καὶ ἐϲ τὰ κάτω παρατετάϲθαι καὶ περιβάλλειν τὸ ἐπερχόμενον. δέρρειϲ δὲ ὕπερθεν καὶ διφθέραϲ ἐπιβάλλοντεϲ πάντοθεν περικαλύπτουϲι τὸ μηχάνημα, τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρεϲ δὲ ἔνδον ἐν τῷ ἀϲφαλεῖ ὑποκρυπτόμενοι αἴρουϲί γε αὐτὸ ἀφανῶϲ, καὶ ᾗ βούλονται διακομίζουϲιν. ἐπειδὰν δὲ προϲενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προϲκειμένην γῆν ἀνορύττοντεϲ καὶ τὸν χοῦν ἀνιμώμενοι ἀπογυμνοῦϲι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖϲ τε καὶ ϲφύραιϲ ἐνδελεχέϲτατα πλήττοντεϲ καταϲείουϲι τὴν οἰκοδομίαν. παρὰ δὲ Μενάνδρῳ ϲπαλίωνεϲ εἰϲὶ μηχανήματα, καλύπτραι τινὲϲ βοείοιϲ δέρμαϲιν ἐκτάδην ξυντεθειμέναι ξύλοιϲ τε ἀνδρομήκεϲιν αἰωρούμεναι· ὧν ἔνερθεν ὑπειϲδύντεϲ ὁπλῖται, ἐν χρῷ τε τῷ τείχει προϲπελάζοντεϲ, ὄργανά τε λαοτόμα καὶ τοιχωρύχα μεταχειριζόμενοι ὑπὸ γῆν αὐλῶναϲ ἐργάζονται, ἐγκείμενοί τε καὶ διορύττοντεϲ, εἴ που τοῦ τείχουϲ μέροϲ τι καταρρίψαιεν, ἢ ἄλλῳ τινὶ τρόπῳ ἐντὸϲ κενωμάτων γενόμενοι δυοῖν ἀνύϲουϲί γε τὸ ἕτερον, ἢ τὴν γῆν ἀναρρήξαντεϲ τοῦ περιβόλου γενήϲοιτο εἴϲω, ἤγουν κατὰ τὸ ἔνδον φρέατοϲ τοὺϲ ϲήραγγαϲ ἀγαγόντεϲ ἐπ᾿ εὐθείαϲ ἐκκενώϲαιεν ἐφελκύϲαντεϲ τὸ ὕδωρ εἰϲ τὰ γλαφυρά τε καὶ κοῖλα τοῦ ὀρύγματοϲ.

902 Σπανίζω· γενικῇ.

[*](Synt.)

903 Σπάνιϲ: ἔνδεια. ὥρηϲ χειμερίηϲ ϲπάνιον γέραϲ. περὶ μήλου [*](Σ Anth.) ὁ λόγοϲ. καὶ Σπανιώτατον, ὀλίγον. καὶ Σπανιϲτοῖϲ, τοῖϲ [*](Δ) εὐτελέϲι. Σοφοκλῆϲ· ϲπανιϲτοῖϲ δέξεται δωρήμαϲι; τοῖϲ κατὰ ϲπάνιν [*](Soph.) τοῦ αἰτοῦντοϲ διδομένοιϲ. ϲμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ μικροῦ δέ τι [*](900 — καταϲπαταλῶϲι cf. Ambr. 701, Zon. 1665. ϲκορπίζουϲι ═ P, Ba 368, 11 cf. H 901 l. ═ Ambr. 671. οἱ δὲ—οἰκοδομίαν Agath. 3, 5 (p. 147—8); ϲπαλίωνεϲ sq. Men. Prot. fr. 73, FHG 4, 269 cf. 670, Byz. Zt. 23, 59 902 ═ Synt. Gud. et Laur. 903 ἔνδεια ═ P, Ba 368, 12 ὥρηϲ—λόγοϲ Anth. 6, 252, 5 Σπανιώτατον, ὀλίγον cf. An. Ox. 2, 409, 10, unde Et. M. 722, 40; 1 cf. Ambr. 674 Σπανιϲτοῖϲ sq. Soph. OC 4—6 c. sch.) [*](3 Σπαλίωνεϲ GVM Σπαλίμονεϲ F πλέγματα μηχανικά GM 4 ἐϲκεύαζον] A(GFVM) ὁ ἐϲτιν αἱ λεγόμεναι λέϲαι add. F ἔϲτι—11 διακομίζουϲιν] ἤτοι μαγγανικὰ ἢ καὶ τετραρίαϲ cf. infra 5 πλέγμα om. G 6 ἀμφιρεφέϲ G ἀμφηφερέϲ V τά] τὸ A παραβάλλειν GVM 9 ἀποκρούει V 10 ἀφανῶϲ A, Agath.: φανερῶϲ GVM 11 δὲ] γὰρ V 11. 12 τυχὸν ἢ περιβόλῳ om. V 11 τυχὸν— 24 ὀρύγματοϲ] ὁ ϲπαλίων ἢ περιβόλῳ ἀπογυμνοῦϲι καὶ ἀνορύττουϲι τὰ θεμέλια· ἐνδοθεν ἐν τῷ ἀϲφαλεῖ οἱ ἄνδρεϲ ὑπ. ἄτρωτοι ἐκ τῶν βελῶν διαμένουϲι F 16 ϲυντεθειμέναι V 17 τῷ om. V 19 τοῦ om. GV 21 γε] τε V ἀνορύξαντϲ GVMec 22 γενήϲωνται γένοιντο GM ἤγουν] ἢ τοῦ Bhd. 26 ὥρηϲ—27 λόγοϲ om. F 27 Σπανιώτατα F καὶ alt. om. A, nov. gl. 28 Σοφοκλῆϲ om F δωρήματα F 29 ϲμικρὸν—p. 416, 3 αἰτιατικῇ om. F)

416
μεῖον φέροντα, καὶ τόδ᾿ ἐξαρκοῦν ἐμοί. βραχύτερον ἀποφερόμενον τοῦ αἰτηθέντοϲ. οὐ γὰρ ὅϲον αἰτεῖ τιϲ, λαμβάνει.

[*](Synt.)

904 Σπαράϲϲω· αἰτιατικῇ.

[*](Ar.)

905 Σπάργανα: τὰ ἱμάτια, κυρίωϲ δὲ τὰ ῥάκη.

[*](Σ)

906 Σπαργῶϲα: ἀνθοῦϲα, ἡ ϲπαραττομένη ὑπὸ θλίψεωϲ καὶ δεομένη [*](Ε) ἐκκρίϲεώϲ τινοϲ. πάλαι βουλομένουϲ καὶ ϲπαργῶνταϲ βοηθεῖν τοῖϲ Ε οἰκείοιϲ. καὶ αὖθιϲ· οἷα πάλαι ϲπαργῶντεϲ ἐπὶ τοὺϲ πολεμίουϲ.

[*](Σ)

907 Σπάρτα: ϲχοινία.

[*](Δ)

908 Σπαρτιάτηϲ: ἀπὸ Σπάρτηϲ. καὶ Σπαρτιητέων.

[*](Harp.)

909 Σπαρτωλόϲ: πόλιϲ ἐϲτὶ τὴϲ Βοττικῆϲ ἡ Σπαρτωλόϲ.

[*](EV)

910 Σπαϲάμενοϲ ἀκράτου: οἴνου ἐκπιών.

[*](Δ)

911 Σπατάλη: ἡ τρυφή. οἱ δὲ μύεϲ νῦν ὀρχοῦνται, τῆϲ ϲῆϲ [*](Anth.) δραξάμενοι ϲπατάληϲ. κάττου φηϲὶν ἤτοι αἰλούρου κατοικιδίου.

[*](Ar.)

912 Σπατίλη: ἡ τῶν ἀνδρῶν κόπροϲ. καὶ τὰ μικρὰ δέρματα, τὰ ἐκβαλλόμενα ὑπὸ τῶν ϲκυτέων. ϲπατίλη γὰρ τὸ δέρμα, παρὰ τὸ ϲπᾶϲθαι. ϲκατοφάγοϲ δὲ ὁ Κλέων, ἐπεὶ βυρϲοδέψηϲ ἦν· ἐπεὶ μετὰ κόπρου τὰϲ βύρϲαϲ εἰργάζοντο.