Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Ar.)

3 Σαβάζιοϲ: ὁ αὐτόϲ ἐϲτι τῷ Διονύϲῳ. ἔτυχε δὲ τῆϲ προϲηγορίαϲ ταύτηϲ παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειαϲμόν· τὸ γὰρ εὐάζειν οἱ βάρβαροι ϲαβάζειν φαϲίν. ὅθεν καὶ τῶν Ἑλλήνων τινὲϲ ἀκολουθοῦντεϲ τὸ εὐαϲμὸν ϲαβαϲμὸν λέγουϲιν· ἔνθεν Σαβάζιοϲ ὁ Διόνυϲοϲ. ϲάβουϲ ἔλεγον καὶ τοὺϲ ἀφιερωμένουϲ αὐτῷ τόπουϲ καὶ τοὺϲ Βάκχουϲ αὐτοῦ.