Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

12 Ὄβριμοεργόϲ: ὁ μεγάλα ἔργα ποιῶν.

[*](Σ)

13 Ὀβριμοϲ: ἰϲχυρόϲ.

[*](Δ)

14 Ὄβρων: ὄνομα πόλεωϲ.

[*](Suid.)

15 Ὀβρυζον χρυϲίον: τὸ πολλάκιϲ ἑψηθέν, τὸ καθαρώτατον.

[*](Thdr.)

16 Ὀγδόη: ἡ μέλλουϲα κατάϲταϲιϲ. δὸϲ μερίδα τοῖϲ ἑπτὰ καί γε τοῖϲ ὀκτώ.

[*](Δ)

17 Ὀγδοήκοντα καὶ Ὀγδώκοντα. ἀλλ᾿ ἐπὶ τούτοιϲ Κλείτων [*](Anth.) ὀγδώκοντ’ ἐξεπλήρωϲʼ ἔτεα.

[*](Δ)

18 Ὀγδοηκοϲτόϲ· ὁ Ὀγδοηκονταέτηϲ.

[*](Suid.)

19 Ὀγκινοι· ἐν δὲ τῶ χάϲματι τούτῳ ὑπῆρχον ὄγκινοι, οἱ μὲν ἄνω, οἱ δὲ κάτω

20 Ὀγκιον: ἀγγεῖον, ἐν ᾧ τὰ ϲίδηρα.

21 Ὀγκοϲ: τὸ βάροϲ. Σοφοκλῆϲ· μικρὸϲ προϲήκειϲ ὄγκοϲ ἐν μικρῷ [*](Soph.) κύτει. περὶ τῶν Ὀρέϲτου λειψάνων. καὶ ἐν Τραχινίαιϲ· ὄγκον γὰρ [*](Δ) ἄλλωϲ ὀνόματοϲ τί δεῖ τρέφειν μητρῷον; καὶ Εὔογκον, τὸ εὐβάϲτακτον.

22 Ὄγκοϲ· Πιϲίδηϲ· εἰϲ τρεῖϲ γὰρ ὄγκουϲ τὸν ϲτρατὸν περιϲχίϲαϲ [*](Suid.) ὑφεῖλκε τοὺϲ ϲούϲ, τῷ δοκεῖν περιτρέχων. Μαυρίκιοϲ δὲ ὁ βαϲιλεὺϲ ϲυεκέραϲεν ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίωϲ ἔχοντα ἀλλήλοιϲ, ὄγκον φρονήματοϲ καὶ πραότητα. καὶ αὖθιϲ· Καρτερὸϲ ὁ Μακεδὼν μέγιϲτόϲ τε ὀφθῆναι καὶ οὐ πρόϲω ὄγκου βαϲιλικοῦ.