Suidae lexicon
Suda
Suda, Suidae lexicon, Adler, Teubner, 1935
1476 Μύϲοϲ: μίαϲμα.
1477 Μῦϲ πίϲϲηϲ γεύεται: ἐπὶ τῶν νεωϲτὶ ἀπαλλαϲϲόντων μετὰ κόπου. καὶ Ὅϲα μῦϲ ἐν πίϲϲῃ, ἀπὸ Μυὸϲ τοῦ Ταραντίνου, κακῶϲ Ὀλυμπίαϲιν ἀπαλλάξαντοϲ.
1478 Μυϲῶν λεία: παροιμία τίϲ ἐϲτι λαβοῦϲα τὴν ἀρχὴν ἀπὸ τῶν καταδρομῶν τῶν ἀϲτυγειτόνων τε καὶ λῃϲτῶν τῆϲ Μυϲίαϲ, κατὰ τὴν Τηλέφου τοῦ βαϲιλέωϲ ἀποδημίαν.
1479 Μυϲῶν λεία: ἐπὶ τῶν κακῶϲ διαρπαζομένων· οἱ γὰρ περίοικοι κατ᾿ ἐκεῖνον τὸν χρόνον τοὺϲ Μυϲοὺϲ ἐληΐζοντο.
1480 Μύϲωνα τὸν Χηνέα.
1481 Μυϲταγωγεῖ· αἰτιατικῇ. μυϲτήρια ἐπιτελεῖ· ὡϲ μυϲτήρια ἄγει, ἢ ἐκδιδάϲκει.
1482 Μυϲταγωγόϲ: ἱερεύϲ.
1483 Μύϲτακα: τὸ χεῖλοϲ. Ἰωάννην τὸν Μυϲτάκωνα παρεϲτήϲατο, [*](Ε) καὶ χειροτονεῖ τὸν Λογγίβαρδον. ζήτει ἐν τῷ ἀπόνοια.
1484 Μυϲτήρ.
1485 Μυϲτήρια: τελεταί. Μυϲτήρια ἐκλήθη παρὰ τὸ τοὺϲ [*](Ar.) ἀκούονταϲ μύειν τὸ ϲτόμα καὶ μηδενὶ τοῦτα ἐξηγεῖϲθαι. μύειν δέ ἐϲτι τὸ κλείειν τὸ ϲτόμα.
1486 Μύϲτηϲ: ὁ τὰ μυϲτήρια ἐπιϲτάμενοϲ, ἢ διδάϲκων.