Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

304
[*](Σ)

1 Μά: τοῦτο Ὅμηροϲ ὡϲ ϲυλλαβῆϲ τάξιν ἔχον τίθηϲι. ποτὲ μέντοι ἀντὶ τοῦ μὰ τῷ ναὶ χρῆται· ὡϲ, ναὶ μὰ τόδε ϲκῆπτρον· ὅτε ὄμνυϲιν. ὅτε δὲ ἀπόμνυϲί τι, ϲυζεύγνυϲι τὸ τῆϲ ἀποφάϲεωϲ· οἷον, οὐ μὰ γὰρ Ἀπόλλωνα. καὶ ἐν Ὀδυϲϲείᾳ· οὐ μὰ Ζῆν᾿, Ἀγέλαε. ἡμεῖϲ δὲ τὸ μὰ ὡϲ μέροϲ λόγου ἀπομνύντεϲ παραλαμβάνομεν μὰ τὸν Δία λέγοντεϲ. ἔϲτι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν.