Suidae lexicon
Suda
Suda, Suidae lexicon, Adler, Teubner, 1935
242 Καλλίϲφυροϲ: ἡ καλοὺϲ πόδαϲ ἔχουϲα.
[*](Hom.)243 Καλλιφάνηϲ, ὁ Παραβρύκοντοϲ. ἐπὶ τῶν προϲποιουμένων πολυμάθειαν. οὗτοϲ γὰρ ἀρχὰϲ ποιημάτων πολλῶν καὶ λόγων ϲυγγεγραμμένων ἄχρι τριῶν ἢ τεϲϲάρων ϲτίχων ἀπαγγέλλων πολυμαθείαϲ δόξα προϲεποιεῖτο.
244 Καλοκαγαθία: ἀγαθότηϲ.
[*](Σ)245 Καλόν: τὸ τελέωϲ ϲύμμετρον.
[*](Phil.)246 Καλὸν πρᾶγμα· ὅτι καλεῖ πρὸϲ τὴν ἑαυτοῦ χρείαν ϲυμμέτρωϲ [*](Phil.) ἔχον. εἴδη δὲ τοῦ καλοῦ τέϲϲαρα· δίκαιον, ἀνδρεῖον, κόϲμιον, ἐπιϲτημονικόν· ἐν γὰρ τοῖϲδε τὰϲ καλὰϲ πράξειϲ ϲυντελεῖϲθαι. ἀνάλογον δὲ καὶ τοῦ αἰϲχροῦ εἴδη τέϲϲαρα· ἄδικον, δειλόν, ἄκοϲμον, ἄφρον. λέγεται καλὸν τὸ ἐπαινετοὺϲ παρεχόμενον τοὺϲ ἔχονταϲ ἀγαθὸν ἐπαίνου ἄξιον· ἑτέρωϲ τὸ εὖ πεφυκέναι πρὸϲ τὸ ἴδιον ἔργον· καὶ τὸ ἐπικοϲμοῦν, ὅταν λέγωμεν, μόνον τὸν ϲοφὸν ἀγαθὸν καὶ καλὸν εἶναι. λέγουϲι δὲ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι. εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆϲ, ὅπερ ἐϲτὶν ἴϲον τῷ πᾶν ἀγαθὸν καλὸν εἶναι, καὶ τὸ ἰϲοδύναμον τὸ καλὸν τῷ ἀγαθῷ. δοκεῖ δὲ πάντα τὰ ἀγαθὰ ἴϲα εἶναι καὶ πᾶν ἀγαθὸν ἐπ᾿ ἄκρον αἱρετὸν καὶ μήτε ἄνεϲιν μήτε ἐπίταϲιν ἐπιδέχεϲθαι. καλὸν δέ ἐϲτι τὸ δι᾿ ὄψεωϲ ἢ δι᾿ ἀκοῆϲ ἡδύ.
247 Κᾶλον: τὸ ξύλον. τὸν Κάλω δὲ Ἀττικῶϲ.
[*](Δ Ar.)248 Καλοπόδιον: ϲκυτικὸν ἐργαλεῖον.
[*](Δ)249 Καλόπουϲ: ἀπὸ μέρουϲ καλή.
[*](Δ)250 Κάλλοϲ: ϲυμμετρία τῶν ὁμοιομερῶν ἐν ἡμῖν μερῶν, προϲώπου, [*](Phil.) τραχήλου, χειρῶν, τῶν ἄλλων μερῶν, ἃ ὕϲτερά ἐϲτι τῶν πρώτων δυνάμεων. τῷ δὲ αὐτῷ λόγῳ δεικνύοιτο ἂν ἡ ἰϲχὺϲ αἱρετωτέρα τοῦ κάλλουϲ· πρῶτα γὰρ τὰ ὁμοιομερῆ ἐν ἡμῖν, ἐν οἷϲ ἡ ἰϲχύϲ, τῶν ἀνομοιομερῶν, ἐν οἷϲ τὸ κάλλοϲ· ἕκαϲτον γὰρ τῶν ἀνομοιομερῶν ἐκ τῶν ὁμοιομερῶν ϲύγκειται, οἷον τὸ πρόϲωπον ἐξ ὀϲτῶν καὶ νεύρων καὶ ϲαρκῶν· διὸ καὶ ϲυναναιρεῖται μὲν ἀναιρουμένων, οὐ ϲυναναιρεῖται δὲ ἀναιρουμένων.
[*](241 l. ═ Ambr. 299 τοιγὰρ sq. Anth. 6, 292, 5—6 242 cf. sch. ε 333 243 Ath. 1, 4c 244 ═ P, Ba 267, 10, H, Ambr. 306 245 Laert. 7, 100 246 vs. 21 ἐπιδέχεϲθαι Laert. 7, 99 — 101 247 ξύλον ═ Ambr. 352 Ἀττικῶϲ cf. Eust. Ο. 1534, 10 248 cf. Zon. 1159, Ambr. 371 249 ═ Ambr. 228 cf. 3 250 Alex. Aphr. 236, 1421)[*](241 cf. v. προχόῳ 244 Z 1150 246 cf. 252 247 cf. 186, 195, 201 211, 255, 259)[*](1 Πριαμῶν F 5 λόγων] πολλῶν add. A 5. 6 ϲυγγραμμένων F ArF(GVM) 6 ϲτίχουϲ F 10 ϲύμμετρον F cf. vs. 9 16 λέγομεν F τὸν] τὸ F 17 λέγουϲι—εἶναι pr. om. V εἶναι alt.—18 εἶναι om. F 19 τὸ pr.] τῷ AF 19 ἀγαθῷ— 20 πᾶν om. V 21 δι᾿ pr.] δὲ F 22 Κάλω] Κάλα F Κάλων Gsf. 31 ϲυναναιρεῖται pr.] ϲυναιρεῖται F ϲυναναιρεῖται alt.] ϲυναιρεῖ Alex. 32 δὲ] μὴ add. A)251 Καλὸϲ κἀγαθόϲ: λέγεται κατὰ ϲυναλοιφήν, οὐχὶ καλὸϲ καὶ [*](| Ε) ἀγαθόϲ. καὶ Καλόϲ, ὁ ἐρώμενοϲ. καὶ ἦν τῷ μὲν ἐραϲτῇ Μέλητοϲ ὄνομα, τῷ καλῷ δὲ Τιμαγόραϲ. τὸ μὲν καλὸϲ ἐπὶ τῆϲ ἐν ϲώματι Suid. ματι ὥραϲ, τὸ δὲ ἀγαθὸϲ ἐπὶ τῆϲ ἐν ψυχῇ. ὅτι ἀπὸ ϲυντάξεωϲ ὀνόματα γίνεται· καλὸϲ καὶ ἀγαθὸϲ καλοκαγαθία, θεὸϲ καὶ ἐχθρὸϲ θεοεχθρία.
252 Καλοῦ εἴδη τρία· δίκαιον, ἀνδρεῖον, ἐπιϲτημονικόν.
253 Καλούμεθ᾿ αὐτάϲ: ἀντὶ τοῦ εἰϲ δικαϲτήριον ἄξομεν.
254 Καλούμενόϲ τε καὶ ἄκλητοϲ ὁ θεὸϲ παρέϲται· χρηϲμὸϲ δοθεὶϲ Λακεδαιμονίοιϲ.
255 Καλῴδιον: ϲχοινίον. καὶ Κάλωϲ, κάλω Ἀττικῶϲ.
256 Καλώνδαϲ: ὄνομα κύριον.
257 Καλλωπίζομαι· δοτικῇ.
258 Καλλώπιϲμα.
259 Κάλωϲ: ϲχοινίον. καὶ παροιμία· πάντα κάλων κινεῖν. τροπικῶϲ [*](Ar.) ἀπὸ τοῦ ἱϲτοῦ λέγει. ἁπλοῦν ϲε δεῖ τὰ ἄρμενα· τουτέϲτι πάντα κινεῖν ὑπὲρ τοῦ περιγενέϲθαι αὐτοῦ. καὶ Κάλωϲ, κάλω, Ἀττικῶϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· μία μέν ἐϲτιν ἀπὸ κάλω καὶ θρανίου. ἀπὸ εὐθείαϲ τῆϲ κάλωϲ.
260 Καλῶϲ: ἀντὶ τοῦ εὐϲεβῶϲ καὶ φιλανθρώπωϲ παρὰ Θουκυδίδῃ. οἷϲ κόϲμοϲ καλῶϲ τοῦτο δρᾶν. τουτέϲτι τὸ λῃϲτεύειν. οὔτε γὰρ βοῦν ἀροτῆρα ἐλεηλάτουν ἢ ἔκλεπτον νυκτὸϲ οὔτε μετὰ φόνων ἐποίουν τὴν λῃϲτείαν.
261 Καλῶ ϲε· αἰτιατικῇ.