Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

1919 Ἐπαγωγά: ἀπατηλά, πιθανά, ἐφολκά. καὶ διεκελεύετο [*](Σ) ἐπαγωγοῖϲ λόγοιϲ αὐτοὺϲ παύειν ὧν δρᾶν διανοοῦνται.

1920 Ἐάγομαι· αἰτιατικῇ

1921 Ἐπαγωγή: πειραϲμόϲ· ἢ ζημία, αἰχμαλωϲία, ἤτοι τὸ ὁπωϲοῦν [*](Σ) ἐπαγόμενον κακόν. βουλόλμενοϲ γὰρ ὁ Ὠριγένηϲ μηδὲν ἐᾶϲαι [*](EV) ἀνερμήνευτον εἰϲ ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίαϲ.

1922 Ἐπαγωγή. περὶ Πλάτωνόϲ. φηϲιν· ἀναγκαῖον ἡγηϲάμην [*](Δ) ὑπογράψαι καὶ τὴν φύϲιν τῶν λόγων καὶ τὴν τάξιν τῶν διαλόγων καὶ τὴν ἔφοδον τῆϲ ἐπαγωγῆϲ.

1923 Ἐπαγωγή· ἐπαγωγή ἐϲτι λόγοϲ διά τινων ἀληθῶν τὸ ὅμοιον [*](Phil.) αὑτῷ ἀληθὲϲ οἰκείωϲ ἐπιφέρων. δύο δὲ τῆϲ ἐπαγωγῆϲ εἰϲὶ τρόποι, ὅ τε κατ᾿ ἐναντίωϲιν καὶ ὁ ἐκ τῆϲ ἀκολουθίαϲ. ὁ μὲν οὖν κατ᾿ ἐναντίωϲίν ἐϲτιν ἐξ οὖ τῷ ἐρωτωμένῳ περὶ πᾶϲαν ἀπόκριϲιν ἀκολουθήϲει τὸ ἐναντίον· οἷον, ὁ ἐμὸϲ πατὴρ τῷ ϲῷ πατρὶ ἤτοι ἕτερόϲ ἐϲτιν ἢ αὐτόϲ. εἰ μὲν οὖν ἕτερόϲ ἐϲτιν τοῦ ἐμοῦ πατρὸϲ ὁ ϲὸϲ πατήρ, πατρὸϲ ἕτεροϲ ὢν οὐκ ἂν εἴη πατήρ· εἰ δὲ ὁ αὐτόϲ ἐϲτι τῷ ἐμῷ πατρί, ὁ αὐτὸϲ ὢν τῷ ἐμῷ πατρὶ ὁ ἐμὸϲ ἂν εἴη πατήρ. καὶ πάλιν, εἰ μὴ ζῷόν ἐϲτιν ὁ ἄνθρωποϲ, λίθοϲ ἂν εἴη ἢ ξύλον. οὐκ ἔϲτι δὲ λίθοϲ ἢ ξύλον ἔμψυχοϲ γάρ ἐϲτι καὶ ἐξ αὑτοῦ κινεῖται. ζῷον γάρ ἐϲτιν. εἰ δὲ ζῷόν ἐϲτι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦϲ, εἴη ἂν καὶ ὁ ἄνθρωποϲ ζῷον. καὶ κύων καὶ βοῦϲ. καὶ οὗτοϲ μὲν ὁ τῆϲ ἐπαγωγῆϲ κατʼ ἐναντίωϲιν καὶ μάχην τρόποϲ ὁ διελέγχων. ὁ δὲ τῆϲ ἀκολουθίαϲ ἐϲτὶ διπλοῦϲ· ὁ μὲν τὸ ἐπὶ μέρουϲ ζητούμενον διὰ τοῦ ἐπὶ μέρουϲ ἀποδεικνύϲ. καὶ ἔϲτι ὁ μὲν πρότεροϲ ῥητορικόϲ, ὁ δὲ δεύτεροϲ διαλεκτικόϲ. οἷον, ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξιϲ τὸ εὑρῆϲθαι αὐτὸν κατ᾿ ἐκεῖνον τὸν καιρὸν ᾑμαγμένον. ῥητορικὸϲ δέ ἐϲτι ὁ τρόποϲ τῆϲ ἐπαγωγῆϲ οὗτοϲ· ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρουϲ, οὐ τὰ καθόλου τὴν πραγματείαν ἔχει. ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου. ἀλλὰ τῶν ἐπὶ μέρουϲ δικαίων. ὁ δὲ ἕτερόϲ ἐϲτι διαλεκτικόϲ, προαποδειχθέντοϲ τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρουϲ. οἷον ζητεῖται, εἰ ἡ ψυχὴ ἀθάνατοϲ, καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντεϲ· ὅπερ ἀποδείκνυται ἐν τῷ περὶ ψυχῆϲ διά τινοϲ καθολικοῦ, ὅτι ἐκ τῶν ἐναντίων τὰ [*](1919 — ἐφολκά ═ Σa cf. H, sch. Thuc. 6, 8, 2 1920 ═ Synt. laur. 1921 — κακόν ═ Ba 225, 30, Lex. Rhet. in Et. Gen., Et. M. 352, 45 cf. H βουλόμενοϲ sq. Georg. 456, 18 —20 ═ ΕV, 1, 139, 8—9 1922 ἀναγκαῖον sq Laert. 3, 47 1923— p. 328, 3 ἀνάπαλιν Laert. 3, 53—5) [*](1918 Z 823 1919 Z 808 1921 Z 797. Georg. cf. v. Ὠριγένηϲ 1923 Laert. Z 797 Tact. cf. post litt. Ψ) [*](1 ὀρθῶϲ A; ὀρθοῖϲ rell. λογιϲμοῖϲ AF λόγοιϲ rell. 4 καὶ om. GITM A(GITFVM) 17 αὐτόϲ] ὁ αὐτόϲ Laert. 21 οὐκ —ξύλον om. V 22 γάρ] ἄρα Laert. 32 ὁ] οὐ A 33 τῶν AFV Laert. τοῦ GM τὸ I)

328
ἐναντία, καὶ αὐτὸ δὲ τὸ καθόλου καταϲκευάζεται ἔκ τινων ὄντων ἐπὶ μέρουϲ, ὅτι τὸ καθεύδειν ἐκ τοῦ ἐγρηγορέναι καὶ ἀνάπαλιν, καὶ τὸ Tact. μεῖζον ἐκ τοῦ μικροτέρου καὶ ἀνάπαλιν. ἐκ τῶν Τακτικῶν. Ἐπαγωγὴ πάλιν ἐϲτίν, ὅταν τάγμα τάγματι ὑποτάϲϲηται, οἷον τετραρχίαϲ ἡγουμένηϲ αἱ λοιπαὶ τετραρχίαι ὑποτάϲϲωνται, ἢ ξεναγίαϲ ἡγουμένηϲ αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθοῦϲι, καὶ καθόλου, ὅταν ϲύνταγμα ϲυντάγματι ἐν πορείᾳ ἕπηται, ὥϲτε τοῖϲ τοῦ προηγουμένου ϲυντάγματοϲ [*](Phil.) οὐραγοῖϲ τοὺϲ τοῦ ἑξῆϲ ϲυντάγματοϲ ἡγεμόναϲ ϲυνάπτειν. ἐκ τῶν Τοπικῶν. ὅτι ἡ ἐπαγωγὴ καὶ ὁ ϲυλλογιϲμὸϲ ὄργανά εἰϲι λόγων διαλεκτικῶν, καθ᾿ οὓϲ τὸ γυμνάζεϲθαι γίνεται. καὶ ἡ μὲν διὰ τοῦ καθόλου δεῖξιϲ ϲυλλογιϲτική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική. ὑποτάϲϲεται δὲ τῷ μὲν ϲυλλογιϲμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα. καὶ ἔϲτι τὸ μὲν ἐνθύμημα ῥητορικὸϲ ϲυλλογιϲμόϲ, τὸ δὲ παράδειγμα ῥητορικὴ ἐπαγωγή. ἐπαγωγὴ δέ ἐϲτιν ἡ διὰ τῶν καθ᾿ ἕκαϲτα ἐπὶ τὰ καθόλου πρόοδοϲ. διὸ οὐχ ὑγιῶϲ λέγουϲιν οἱ λέγοντεϲ τὴν ἐπαγωγὴν λόγον εἶναι ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου τοῖϲ ὑπ᾿ αὐτό· τῆϲ δὲ τοῦ καθόλου δείξεωϲ χάριν ἡ ἐπαγωγὴ μάλιϲτα. ὁ δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγοϲ μᾶλλον ἂν τὸ παράδειγμα ϲημαίνοι· ὁ γὰρ λόγοϲ ὁ διὰ τῶν καθέκαϲτα τὸ καθόλου δεικνὺϲ καὶ πιϲτούμενοϲ, οὗτόϲ ἐϲτιν ἐπαγωγή. ὁ γὰρ δεικνὺϲ διὰ τῶν καθόλου ὅτι ἐν πᾶϲιν ἄριϲτοϲ ὁ ἐπιϲτάμενοϲ διὰ τοῦ λαβεῖν, ὅτι κυβερνήτηϲ ἄριϲτοϲ ὁ ἐπιϲτάμενοϲ, ὁμοίωϲ καὶ ἡνίοχοϲ, ὁμοίωϲ καὶ ϲτρατηγόϲ, ὁμοίωϲ καὶ ἰατρόϲ, ὁμοίωϲ καὶ γεωμέτρηϲ, μουϲικόϲ, τέκτων, δι᾿ ἐπαγωγῆϲ τοῦ ἐν πᾶϲιν ἄριϲτον εἶναι τὸν ἐπιϲτάμενον τὴν δεῖξιν ποιεῖται.

[*](Σ)

1924 Ἐπαγωνιεῖται: φιλονεικήϲει, προϲκαρτερήϲει.

[*](Σ)

1925 Ἐπᾴδοντοϲ: φαρμακοῦ, γόητοϲ.

[*](Δ)

1926 Ἐπάειραν: ἐπῇραν.

1927 Ἐπαθαίνετο: πάϲχειν ᾤετο δεινά.

[*](Σ)

1928 Ἔπαθλον: νικητήριον.

[*](Δ + x)

1929 Ἐπαΐειν: ἀκούειν. ὀλίγα διαλεκτικῆϲ ἁψάμενοϲ, καὶ ὅϲα ἐπαΐειν ὑπὲρ αὐτῶν ἔχων, ἄλλο οὐδὲν πλέον περιεργαϲάμενοϲ· τὸ γὰρ εἰ τὸ α΄, τὸ β΄. ἀλλὰ μὴν τὸ α΄· τὸ ἄρα β΄ ἴϲαϲιν ἤδη περιφερόμενον αἱ πάνδοκοι γρᾶεϲ.

[*](1923 vs. 3, 4 Ἐπαγωγὴ—8 ϲυνάπτειν Tact. 47 vs. 9 ἐπαγωγὴ sq. Alex. Aphr. 85, 26— 86,19 1924 ═ Σᵃ, Et. Gen., Et. M. 352, 47 cf. H 1925 ═ Ba 225, 32 cf. H 1926 ═ Ambr. 1595 1028 ═ Ba 225, 33 1929 ἀκούειν cf. Ambr.1638, H. ὀλίγα sq. Dam. fr. 223)[*](1924 Z 820 1925 Z 821 1926 Z 823 1929 cf. v. A 278 et v. πάνδοκοι)[*](A(GITFVM))[*]( 1 τὸ om. F 4 τάγμα om. FV 5 ὑποτάϲϲωνται A, v. l. post litt Ψ, Coisl.: ὑποτάϲϲονται rell. 6 ἐπακολουθῶϲι post lett. Ψ, Tact. 7 τοῖϲ πρὸ τοῦ ἡγουμένου F 10 γυμνάζειν Vac 11 τὸ om AlF 14 δέ om. GITM, nov. gl. 16 οὐ γὰρ ὅμοιον om. V 19 ϲημαίνοι T Alex.: ϲημαίνει rell. 24 τοῦ AFV Alex.: τὸ GITM 25 ποιῆϲαι F 32 αὐτῶν] αὐτῆϲ v. A 278, Toup)
329

1930 Ἐπαΐοι: αἰϲθάνοιτο. ἀντιλαμβάνοιτο, ϲυγκατατίθοιτο. [*](Σ |) ἄρχειν δὲ αὐτῶν ἔταξε λοχαγοὺϲ ἀμφοτέρων τῶν διαλέκτων ἐπαΐονταϲ.

[*](Ε)

1931 Ἐπακτῆρεϲ: κυνηγοί. ἀπὸ τοῦ ἐπάγειν τοὺϲ κύναϲ. ἢ [*](Σ) ἐπάγεϲθαι ὑπὸ τῶν κυνῶν· προέλκονται γὰρ οἱ κύνεϲ τοὺϲ κυνηγέταϲ [*](Soph.) ἐπὶ τὰ ἐπαγόμενα. Ὁμηροϲ· πρὸ δ᾿ ἄῤ αὐτῶν ἴχνι᾿ ἐρευνῶντεϲ κύνεϲ ἤϊϲαν.

1932 Ἐπακίον: ἐπαγόμενον, ξένον, ϲφοδρόν. ἐπακτὸν τῇ ψυχῇ [*](Σ) φηϲὶ Πλωτῖνοϲ τὴν ἀρετήν· ἐκείνῳ δέ, ὅθεν μιμηϲαμένην ἔχει, ϲύμφυτον. [*](Phil.?) ἀλλ᾿ εἰ μὲν οὗ μεταλαμβάνει ἡ ψυχή, τὸ αὐτὸ ἦν τῷ ἀφ᾿ οὗ· νῦν δὲ ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο.

1933 Ἐπακτὸϲ ὄμβροϲ: ϲφοδρόϲ.

[*](Σ)

1934 Ἐπακτὸϲ ὅρκοϲ: ὁ μὴ αὐθαίρετοϲ, ἀλλ᾿ ἐφ᾿ ὃν ἕτεροϲ ἄγει.

[*](Σ)

1935 Ἐπακτὸϲ ὅρκοϲ: ὃν ἄν τιϲ αὐτὸϲ ἑκὼν ἑαυτῷ ἐπάγηται, [*](Harp.) τουτέϲτιν αἱρῆται. ἄλλοι δὲ τοὐναντίον, ὁ ἀλλαχόθεν ἐπιφερόμενοϲ, ἀλλ᾿ οὐκ αὐθαίρετοϲ. ἔϲτι δὲ ὅρκου τρία εἴδη· ἀπώμοτοϲ, κατώμοτοϲ, ἐπακτόϲ.

1936 Ἐπακτρία χώρα· κατὰ τοὺϲ παλαιοὺϲ χρόνουϲ κωμηδὸν [*](Σ) οἰκοῦνταϲ τοὺϲ Ἀθηναίουϲ ὁ Κέκροψ ϲυναγαγὼν κατῴκιϲεν εἰϲ φυλὰϲ ιβ΄ καὶ τὴν τῶν πολιτῶν ἐπωνυμίαν ἀφ᾿ ἑαυτοῦ Κεκροπίαν προϲηγόρευϲε· δύο δὲ τετραπόλειϲ ἐκάλεϲεν ἐκ τῶν τεττάρων πόλεων ἐκατέραν μοῖραν καταϲτήϲαϲ· τρεῖϲ δὲ τὰϲ λοιπὰϲ ἐπακτρίδαϲ ὠνόμαϲε. καὶ ἡ προϲεχὴϲ χώρα ταύταιϲ ταῖϲ τριϲὶν ὁμωνύμωϲ αὐταῖϲ Ἐπακτριὰϲ ἐκαλεῖτο.

1937 Ἐπακτρίϲ: εἶδοϲ πλοίου. ἐμβάντεϲ δὲ εἰϲ τὰϲ ἐπακτρίδαϲ [*](Δ) καὶ τὰϲ δρομάδαϲ ὁλκάδαϲ τὸν ὅρμον περιενόϲτηϲαν.

1938 Ἐπακτροκέληϲ: πλοῖον λῃϲτρικόν, μεταξὺ ἐπακτρίδοϲ καὶ [*](Σ) κέλητοϲ· ἅπερ καὶ αὐτὰ πλοιάριά ἐϲτιν.