Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

1709 Δύϲοιϲτοϲ: δυϲφόρητοϲ.

[*](Δ)

1710 Δυϲφημία: κακὴ ἀγγελία. ὁ δὲ ϲτρατηγὸϲ θεωρῶν τὴν [*](Ε) περὶ τὸ ϲτρατόπεδον δυϲφημίαν ἐταράττετο.

[*](Soph.)

1711 Δύϲφορα: χαλεπά, δυϲύποιϲτα. λέγω γάρ καὶ τὰ δύϲφορ᾿ εἰ τύχοι κατ’ ὀρθὸν ἐξιόντα, πάντ’ ἂν εὐτυχεῖν. ὅ ἐϲτι καὶ τὰ χαλεπὰ κατʼ ὀρθὸν προιόντα εὐτυχεῖν ἡμᾶϲ λέγω. καὶ αὖθιϲ· ἀλλ’ ἀπὸ τῶν μετρίω ἐπʼ ἀμήχανον ἄλγοϲ ἀεὶ ϲτενάχουϲα διόλλυϲαι, ἐν οἷϲ ἀνάλυϲίϲ ἐϲτιν οὐδεμία· τί μοι τῶν δυϲφόρων ἐφίῃ; ἀντὶ τοῦ ἐπιθυμεῖϲ. τί μοι, φηϲί, τούτων γλίχῃ, ἅπερ ἐϲτὶν οὐκ εὐκόλωϲ φέρειν, θρήνου καὶ πένθουϲ.

1712 Δυϲφόραϲτοϲ: δυϲκόλωϲ ἐλεγχόμενοϲ. ἢ ὁ κακῶϲ ὑφορὡμεοϲ καὶ ὑπονοῶν.

[*](Σ)

1713 Δυϲφώρατοϲ: μόλιϲ φωραθῆναι δυνάμενοϲ.